← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.11.1-Cleomenes.11.3

重新分配土地与恢复斯巴达传统教育

克列奥美奈斯率先捐出财产实行土地重新分配,从边民中补充重装步兵并改革其武装,恢复了传统的教育与公餐制度;同时为避免独裁的恶名,他任命其弟欧克勒伊达斯为共同的国王。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.11.1

ἐκ τούτου πρῶτον μὲν αὐτὸς εἰς μέσον τὴν οὐσίαν ἔθηκε καὶ Μεγιστόνους ὁ πατρῳὸς αὐτοῦ καὶ τῶν ἄλλων φίλων ἕκαστος, ἔπειτα καὶ οἱ λοιποὶ πολῖται πάντες, ἡ δὲ χώρα διενεμήθη. κλῆρον δὲ καὶ τῶν ὑπʼ αὐτοῦ γεγονότων φυγάδων ἀπένειμεν ἑκάστῳ, καὶ κατάξειν ἅπαντας ὡμολόγησε τῶν πραγμάτων ἐν ἡσυχίᾳ γενομένων.

此后,首先是他本人将财产交出归公,其继父梅吉斯托诺伊斯以及其他友人中的每一位也都如此做了,随后其余全体公民亦照此办理,土地遂被重新分配。对于那些被他放逐的人,他也给每人分配了一份土地,并承诺在局势恢复平稳之后将他们全部召回。

§Cleomenes.11.2

ἀναπληρώσας δὲ τὸ πολίτευμα τοῖς χαριεστάτοις τῶν περιοίκων ὁπλίτας τετρακισχιλίους ἐποίησε, καὶ διδάξας αὐτοὺς ἀντὶ δόρατος χρῆσθαι σαρίσῃ διʼ ἀμφοτέρων καὶ τὴν ἀσπίδα φορεῖν διʼ ὀχάνης, μὴ διὰ πόρπακος, ἐπὶ τὴν παιδείαν τῶν νέων ἐτράπη καὶ τὴν λεγομένην ἀγωγήν, ἧς τὰ πλεῖστα παρὼν ὁ Σφαῖρος αὐτῷ συγκαθίστη, ταχὺ τὸν προσήκοντα τῶν τε γυμνασίων καὶ τῶν συσσιτίων κόσμον ἀναλαμβανόντων, καὶ συστελλομένων1 ὀλίγων μὲν ὑπʼ ἀνάγκης, ἑκουσίως δὲ τῶν πλείστων εἰς τὴν εὐτελῆ καὶ Λακωνικὴν ἐκείνην δίαιταν.

他从边民中最优秀的人当中补充了公民团的人数,组建了四千名重装步兵;在教导他们改用双手持握的萨里沙长矛以代替普通的短矛,并用握带而非套臂环来佩带盾牌之后,他便转向青年的教育和所谓的严训制度;当时斯派罗斯正好在场,协助他重新建立了其中绝大部分制度。人们迅速恢复了体操场和公餐的合宜规矩,少数人是出于被迫,而大多数人则是自愿地使自己适应那种俭朴的拉科尼亚生活方式。

§Cleomenes.11.3

ὅμως δὲ τὸ τῆς μοναρχίας ὄνομα παραμυθούμενος2 ἀπέδειξε μεθʼ ἑαυτοῦ βασιλέα τὸν ἀδελφὸν Εὐκλείδαν. καὶ τότε μόνον Σπαρτιάταις ἐκ μιᾶς οἰκίας συνέβη δύο σχεῖν βασιλέας.

然而,为了缓和独裁统治这一恶名,他立自己的弟弟欧克勒伊达斯与自己同为国王。斯巴达人由同一家族产生两位国王,有且仅有这一次。

语法注2 条
  1. Cleomenes.11.2ταχὺ τὸν προσήκοντα τῶν τε γυμνασίων καὶ τῶν συσσιτίων κόσμον ἀναλαμβανόντων, καὶ συστελλομένων

    阳性复数属格分词 ἀναλαμβανόντων 与 συστελλομένων 构成了独立属格结构,但其逻辑主语(依上下文补出的“公民们”或“青年们”)并未显式表达。其前方的属格名词短语 τῶν τε γυμνασίων καὶ τῶν συσσιτίων 并非分词的主语,而是修饰名词 τὸν προσήκοντα ... κόσμον(“体操场与公餐的合宜规矩”)。

  2. Cleomenes.11.3τὸ τῆς μοναρχίας ὄνομα παραμυθούμενος

    动词 παραμυθέομαι 在此处意为“缓和”、“平息”或“掩饰”。在传统上维持双王制的斯巴达,铲除监察官后独揽大权极易被视作莫纳基亚(僭主统治、独裁),从而招致公众反感;克列奥美奈斯以此意在缓和这一恶名所带来的抵触情绪,故在名义上立其弟欧克勒伊达斯为共治国王。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.11.1-Cleomenes.11.3