- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.10.1-Cleomenes.10.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克列奥美奈斯公布流放名单,通过阐述监察官制度的起源与专权历史来为己辩护,并宣布土地重新分配与免除债务等改革主张。
ὁ δʼ οὖν Κλεομένης ἡμέρας γενομένης προέγραψεν ὀγδοήκοντα τῶν πολιτῶν οὓς ἔδει μεταστῆναι, καὶ τοὺς δίφρους ἀνεῖλε τῶν ἐφόρων πλὴν ἑνός, ἐν ᾧ καθήμενος ἔμελλεν αὐτὸς χρηματίζειν. ἐκκλησίαν δέ ποιήσας ἀπελογεῖτο περὶ τῶν πεπραγμένων, ἔφη γὰρ ὑπὸ τοῦ Λυκούργου τοῖς βασιλεῦσι συμμιχθῆναι τοὺς γέροντας, καὶ πολὺν χρόνον οὕτω διοικεῖσθαι τήν πόλιν οὐδὲν ἑτέρας ἀρχῆς δεομένην, ὕστερον δὲ τοῦ πρὸς Μεσσηνίους πολέμου μακροῦ γενομένου τοὺς βασιλεῖς, διὰ τὰς στρατείας ἀσχόλους ὄντας αὐτούς πρὸς τὸ κρίνειν, αἱρεῖσθαί τινας ἐκ τῶν φίλων καὶ ἀπολείπειν τοῖς πολίταις ἀνθʼ ἑαυτῶν, ἐφόρους προσαγορευθέντας, καὶ διατελεῖν γε τούτους τὸ πρῶτον ὑπηρέτας τῶν βασιλέων ὄντας, εἶτα κατὰ μικρὸν εἰς ἑαυτοὺς τήν ἐξουσίαν ἐπιστρέφοντας οὕτως λαθεῖν ἴδιον ἀρχεῖον κατασκευασαμένους.
天亮后,克列奥美奈斯便公布了八十名必须流放的公民名单,并撤除了监察官的座椅,只留下一把,以便自己坐于其上处理政务。随后他召集公民大会,为自己的所作所为进行辩解。他说,正是吕库古让长老们与列王共同执政,在很长一段时期内,城邦就是这样治理的,并不需要任何其他官职;但后来,由于对美塞尼亚人的战争旷日持久,列王因忙于出征打仗而无暇亲自审案,便从朋友中挑选若干人,留下来代替自己管理公民,这些人便被称为监察官;起初他们一直作为列王的属下从吏,后来逐渐将权力揽入自己手中,不知不觉中便建立起了属于自己的独立官署。
σημεῖον δὲ τούτου τὸ μέχρι νῦν μεταπεμπομένων τὸν βασιλέα τῶν ἐφόρων τὸ πρῶτον ἀντιλέγειν καὶ τὸ δεύτερον, τὸ δὲ τρίτον καλούντων ἀναστάντα βαδίζειν πρὸς αὐτούς καὶ τὸν πρῶτον ἐπισφοδρύναντα τήν ἀρχὴν καὶ ἀνατεινάμενον Ἀστερωπὸν ἡλικίαις ὕστερον πολλαῖς ἔφορον γενέσθαι.1 μετριάζοντας μὲν οὖν αὐτούς, ἔφη, κρεῖττον ἦν ὑπομένειν, ἐξουσίᾳ δὲ ἐπιθέτῳ τήν πάτριον καταλύοντας ἀρχήν, ὥστε τῶν βασιλέων τοὺς μὲν ἐξελαύνειν, τοὺς δὲ ἀποκτιννύειν ἀκρίτους, ἀπειλεῖν δὲ τοῖς ποθοῦσιν αὖθις ἐπιδεῖν τήν καλλίστην καὶ θειοτάτην ἐν Σπάρτῃ κατάστασιν, οὐκ ἀνεκτόν.
此事的明证在于,直到如今,当监察官传唤国王时,国王第一次和第二次都会拒绝,直到第三次传唤时才起身前往;而最初强化并扩充这一官职权势的阿斯忒洛波斯,是在许多世代之后才出任监察官的。他说,如果他们能行事有节度,容忍他们倒也更好;但当他们以僭取的权力废黜祖传的王权,以至于流放某些国王,不经审判便处死另一些国王,并恐吓那些渴望在斯巴达重见最美好、最神圣政制的人时,这就令人无法容忍了。
εἰ μὲν οὖν δυνατὸν ἦν ἄνευ σφαγῆς ἀπαλλάξαι τὰς ἐπεισάκτους τῆς Λακεδαίμονος κῆρας, τρυφὰς καὶ πολυτελείας καὶ χρέα καὶ δανεισμοὺς καὶ τὰ πρεσβύτερα τούτων κακά, πενίαν καὶ πλοῦτον, εὐτυχέστατον ἂν ἡγεῖσθαι πάντων βασιλέων ἑαυτόν2 ὥσπερ ἰατρὸν ἀνωδύνως ἰασάμενον τήν πατρίδα· νῦν δὲ τῆς ἀνάγκης ἔχειν συγγνώμονα τὸν Λυκοῦργον, ὃς οὔτε βασιλεὺς ὢν οὔτε ἄρχων, ἰδιώτης δὲ βασιλεύειν ἐπιχειρῶν ἐν τοῖς ὅπλοις προῆλθεν εἰς ἀγοράν, ὥστε δείσαντα τὸν βασιλέα Χάριλλον ἐπὶ βωμὸν καταφυγεῖν.
因此,如果有可能无需杀戮便能驱除拉栖第梦那些外来的灾祸——放荡、奢华、债务与高利贷,以及比这些更古老的祸患,即贫穷与巨富——他便会认为自己是所有国王中最幸运的一位,犹如一位毫无痛苦地治愈了祖国的医师;然而现在,他以吕库古作为这种迫不得已之举的辩解者,吕库古既非国王亦非长官,只是一介平民却试图行使王权,全副武装走入广场,以致查理卢斯国王因恐惧而逃往祭坛避难。
ἀλλʼ ἐκεῖνον μὲν ὄντα χρηστὸν καὶ φιλόπατριν ταχὺ τῷ Λυκούργῳ τῶν πραττομένων μετασχεῖν καὶ τήν μεταβολὴν δέξασθαι τῆς πολιτείας, ἔργῳ δὲ μαρτυρῆσαι τὸν Λυκοῦργον ὅτι πολιτείαν μεταβαλεῖν ἄνευ βίας καὶ φόβου χαλεπόν ἐστιν, οἷς αὑτὸν ἔφη μετριώτατα κεχρῆσθαι,3 τοὺς ἐνισταμένους τῇ σωτηρίᾳ τῆς Λακεδαίμονος ἐκποδὼν ποιησάμενον.
然而查理卢斯为人贤良且热爱祖国,很快就参与到吕库古的行动中,接受了政制的变革;而吕库古也用行动证明了,不用暴力和恐惧,政制改革是很难成功的;克列奥美奈斯称自己对这两者的使用极为克制,仅仅除掉了那些阻碍拉栖第梦得救之人。
τοῖς δὲ ἄλλοις ἔφη πᾶσι τήν τε γῆν ἅπασαν εἰς μέσον τιθέναι, καὶ χρεῶν τοὺς ὀφείλοντας ἀπαλλάττειν, καὶ τῶν ξένων κρίσιν ποιεῖν καὶ δοκιμασίαν, ὅπως οἱ κράτιστοι γενόμενοι Σπαρτιᾶται σῴζωσι τήν πόλιν τοῖς ὅπλοις, καὶ παυσώμεθα τήν Λακωνικὴν Αἰτωλῶν καὶ Ἰλλυριῶν λείαν οὖσαν ἐρημίᾳ τῶν ἀμυνόντων ἐφορῶντες.
他还说,对于其余所有人,他将把全部土地收归公有,免除债务人的债务,并对外邦人进行挑选和审查,以便最优秀的人能成为斯巴达人,用武器保卫城邦,使我们不再因缺乏守卫者而眼睁睁看着拉科尼亚成为埃托利亚人和伊利里亚人的战利品。
- Cleomenes.10.3σημεῖον δὲ τούτου τὸ μέχρι νῦν μεταπεμπομένων τὸν βασιλέα τῶν ἐφόρων τὸ πρῶτον ἀντιλέγειν καὶ τὸ δεύτερον, τὸ δὲ τρίτον καλούντων ἀναστάντα βαδίζειν πρὸς αὐτούς καὶ τὸν πρῶτον ἐπισφοδρύναντα τήν ἀρχὴν καὶ ἀνατεινάμενον Ἀστερωπὸν ἡλικίαις ὕστερον πολλαῖς ἔφορον γενέσθαι.
表语名词 σημεῖον 的主语是由中性定冠词 τὸ 所统领的一组不定式分句(ἀντιλέγειν、βαδίζειν 以及 Ἀστερωπὸν ... γενέσθαι)。前半部分中,在属格独立结构 μεταπεμπομένων ... τῶν ἐφόρων 的背景下,不定式的主语(国王)根据上下文被省略,分词 ἀναστάντα 在宾格上与该隐含的不定式逻辑主语一致。
- Cleomenes.10.4εὐτυχέστατον ἂν ἡγεῖσθαι πάντων βασιλέων ἑαυτόν
间接引语中非真实条件句的归结从句。在直接引语中本为“εὐτυχέστατον ἂν ἡγούμην”(未完成过去时直陈式加 ἄν),在由 ἔφη 统领的间接引语中转为不定式加 ἄν(ἂν ἡγεῖσθαι),其逻辑主语由反身代词宾格 ἑαυτόν 充当。
- Cleomenes.10.5οἷς αὑτὸν ἔφη μετριώτατα κεχρῆσθαι
关系代词 οἷς 的先行词是前文的 βίας καὶ φόβου(暴力与恐惧),因动词 χράομαι 要求与格而作与格。在插入的 ἔφη 之后,反身代词宾格 αὑτόν 用作不定式 κεχρῆσθαι 的逻辑主语。
