- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:14.1-14.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在福基翁的继任者摩洛索斯败北、哈勒斯亦无功受疑之后,福基翁劝服民众由自己率军前往赫勒斯滂,深得拜占庭信任并成功击退腓力。
ἐπεὶ δὲ ταῦτα διαπραξάμενος ἀπέπλευσεν ὁ Φωκίων, ταχὺ μὲν ἐπόθησαν οἱ σύμμαχοι τὴν χρηστότητα καὶ δικαιοσύνην αὐτοῦ, ταχὺ δὲ ἔγνωσαν οἱ Ἀθηναῖοι τὴν ἐμπειρίαν καὶ ῥώμην τοῦ ἀνδρός, ὁ γὰρ μετʼ ἐκεῖνον ἐλθὼν ἐπὶ τὰ πράγματα Μολοσσὸς οὕτως ἐπολέμησεν ὥστε καὶ ζῶν αὐτὸς ὑποχείριος γενέσθαι τοῖς πολεμίοις·
福基翁办成这些事情并扬帆离去后,盟友们很快便怀念起他的忠直与公正,雅典人也迅速认识到了此人的经验与才干。因为继他之后主持事务的摩洛索斯用兵拙劣,以致自身竟活着落入敌手。
ἐπεὶ δὲ μεγάλα ταῖς ἐλπίσι περινοῶν ὁ Φίλιππος εἰς Ἑλλήσποντον ἦλθε μετὰ πάσης τῆς δυνάμεως, ὡς Χερρόνησον ἐν ταὐτῷ καὶ Πέρινθον ἕξων καὶ Βυζάντιον, ὡρμημένων δὲ τῶν Ἀθηναίων βοηθεῖν οἱ ῥήτορες ἠγωνίσαντο τὸν Χάρητα στρατηγὸν ἀποσταλῆναι, καὶ πλεύσας ἐκεῖνος οὐδὲν ἄξιον τῆς δυνάμεως ἔπραττεν, οὐδὲ αἱ πόλεις ἐδέχοντο τὸν στόλον, ἀλλʼ ὕποπτος ὢν πᾶσιν ἐπλανᾶτο χρηματιζόμενος ἀπὸ τῶν συμμάχων καὶ καταφρονούμενος ὑπὸ τῶν πολεμίων, ὁ δὲ δῆμος ὑπὸ τῶν ῥητόρων παροξυνόμενος ἠγανάκτει καὶ μετενόει τοῖς Βυζαντίοις πέμψας τὴν βοήθειαν,1 ἀναστὰς ὁ Φωκίων εἶπεν ὅτι δεῖ μὴ τοῖς ἀπιστοῦσιν ὀργίζεσθαι τῶν συμμάχων, ἀλλὰ τοῖς ἀπιστουμένοις2 τῶν στρατηγῶν· οὗτοι γὰρ ὑμᾶς ποιοῦσι φοβεροὺς καὶ τοῖς χωρὶς ὑμῶν σώζεσθαι μὴ δυναμένοις. κινηθεὶς οὖν ὁ δῆμος ὑπὸ τοῦ λόγου καὶ μεταπεσών ἐκέλευεν αὐτὸν ἐκεῖνον ἑτέραν προσλαβόντα δύναμιν βοηθεῖν τοῖς συμμάχοις εἰς τὸν Ἑλλήσποντον ὃ μεγίστην ῥοπὴν ἐποίησε πρὸς τὸ σωθῆναι τὸ Βυζάντιον.
当腓力怀抱巨大野心率全军开赴赫勒斯滂,企图一举吞并奇尔索尼斯、佩林图斯和拜占庭时,雅典人急于前去救援,演说家们极力争取派遣哈勒斯为将。然而哈勒斯率军前往后,未立丝毫配得上其军力的战功,各城邦亦不愿接纳他的舰队;相反,他引起了所有人的猜忌,一边在四处游荡中向盟友敲诈勒索,一边受尽敌人的轻蔑。雅典民众受演说家煽动而满怀愤懑,后悔向拜占庭人派出了援兵。此时福基翁起身进言道:不应当迁怒于那些产生不信任的盟友,而应当归咎于那些无法令人信任的将领: “正是他们让你们在那些若无你们便无法自保的人眼中,也变得面目可怖。” 民众深受这番话的触动而改变了主意,命令福基翁亲自再率一支军队前去赫勒斯滂援助盟友;这成为了拜占庭得以保全的最关键转折。
ἦν μὲν γὰρ ἤδη μεγάλη δόξα τοῦ Φωκίωνος· ἐπεὶ δὲ καὶ Λέων, ἀνὴρ Βυζαντίων πρῶτος ἀρετῇ καὶ τῷ Φωκίωνι γεγονὼς ἐν Ἀκαδημείᾳ συνήθης, ἀνεδέξατο τὴν πίστιν ὑπὲρ αὐτοῦ πρὸς τὴν πόλιν,3 οὐκ εἴασαν ἔξω στρατοπεδεῦσαι βουλόμενον, ἀλλʼ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο καὶ κατέμιξαν ἑαυτοῖς τοὺς Ἀθηναίους, οὐ μόνον ἀνεγκλήτους ταῖς διαίταις καὶ σώφρονας, ἀλλὰ καὶ προθυμοτάτους ἐν τοῖς ἀγῶσι διὰ τὴν πίστιν γενομένους.
因为福基翁本就素负盛名;加之拜占庭在品德上首屈一指的人物莱翁——他曾在阿卡德米学园与福基翁结为挚友——以自身信誉向全城为福基翁作保,拜占庭人便不顾福基翁打算驻扎城外的意愿,毅然打开城门迎入雅典人,与他们混居相处。雅典人不仅起居严谨、无可挑剔,而且出于这份信任,在战阵之中亦表现得最为奋勇。
οὕτω μὲν ὁ Φίλιππος ἐξέπεσε τοῦ Ἑλλησπόντου τότε καὶ κατεφρονήθη, δοκῶν ἄμαχός τις εἶναι καὶ ἀνανταγώνιστος, ὁ δὲ Φωκίων καὶ ναῦς τινας εἷλεν αὐτοῦ καὶ φρουρουμένας πόλεις ἀνέλαβε, καὶ πολλαχόθι τῆς χώρας ἀποβάσεις ποιούμενος ἐπόρθει καὶ κατέτρεχε, μέχρι οὗ τραύματα λαβὼν ὑπὸ τῶν προσβοηθούντων ἀπέπλευσε.
如此一来,腓力当时便被逐出了赫勒斯滂,原本被视为不可战胜、无可匹敌的他如今也受尽轻视;福基翁则缴获了腓力的数艘舰船,收复了被设防驻守的各城邦,并在该地区多处登陆劫掠、蹂躏其地,直至被敌方的援军击伤,才扬帆返航。
- 14.3μετενόει τοῖς Βυζαντίοις πέμψας τὴν βοήθειαν
动词 μετανοέω 带分词补充成分表示“后悔做了某事”。与格 τοῖς Βυζαντίοις 作为分词短语 πέμψας τὴν βοήθειαν(“派遣援兵”)的间接宾语,意为“后悔向拜占庭人派出了援兵”。
- 14.3τοῖς ἀπιστοῦσιν ... τοῖς ἀπιστουμένοις
主动现在分词 τοῖς ἀπιστοῦσιν(“怀疑者/产生不信任的人”)与被动现在分词 τοῖς ἀπιστουμένοις(“被怀疑者/令人无法信任的人”)构成了精妙的对照。后者用被动态表示“不被信任的将领”。
- 14.4ἀνεδέξατο τὴν πίστιν ὑπὲρ αὐτοῦ πρὸς τὴν πόλιν
短语 ἀναδέχομαι τὴν πίστιν 为惯用表达,意为“承担担保/以信誉作保”。结合 ὑπὲρ αὐτοῦ(“为他/替他”)与 πρὸς τὴν πόλιν(“向城邦”),表示莱翁就福基翁向拜占庭城邦作出了信用担保。
