- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg049.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在福基翁因献祭而按兵不动期间,普鲁塔克与骑兵贸然出击招致溃败,但吉兆既现,福基翁随即率主力反攻并大获全胜。战后福基翁将普鲁塔克驱逐,攻占扎雷特拉要塞,并释俘了所有希腊人。
ὡς δὲ ἐπῄεσαν οἱ πολέμιοι, κελεύσας ἐν τοῖς ὅπλοις ἀτρεμεῖν ἄχρι ἂν αὐτὸς σφαγιάσηται, πλείω διέτριβε χρόνον ἢ δυσιερῶν ἢ βουλόμενος ἐγγυτέρω τοὺς πολεμίους ἐπισπάσασθαι. διὸ πρῶτον μὲν ὁ Πλούταρχος οἰόμενος ἀποδειλιᾶν καὶ κατοκνεῖν ἐκεῖνον ἐξέδραμε μετὰ τῶν ξένων ἔπειτα τοῦτον ἰδόντες οἱ ἱππεῖς οὐκ ἐκαρτέρησαν, ἀλλʼ ἤλαυνον εὐθὺς εἰς τοὺς πολεμίους ἀσύντακτοι καὶ σποράδες ἐκ τοῦ στρατοπέδου προσφερόμενοι.
当敌人逼近时,福基翁命令全军全副武装原地待命,直到他自己献祭完毕;但他花费了相当多的时间,不知是因为占卜不吉,还是意在将敌人引得更近。因此,普鲁塔克起初以为他胆怯畏缩,便率领雇佣军擅自冲了出去;随后骑兵看见他也按捺不住,未整队形便零散地从营地冲出,径直向敌军驰去。
νικωμένων δὲ τῶν πρώτων ἅπαντες ἐσκεδάσθησαν καὶ ὁ Πλούταρχος ἔφυγε· καὶ τῷ χάρακι προσμίξαντες ἔνιοι τῶν πολεμίων ἐκκόπτειν ἐπειρῶντο καὶ διασπᾶν ὡς ἁπάντων κεκρατηκότες, ἐν τούτῳ δὲ τῶν ἱερῶν γενομένων, τοὺς μὲν εὐθὺς ἐκ τοῦ στρατοπέδου προσπεσόντες οἱ Ἀθηναῖοι τρέπουσι1 καὶ καταβάλλουσι τοὺς πλείστους περὶ τοῖς ἐρύμασι φεύγοντας, ὁ δὲ Φωκίων τὴν μὲν φάλαγγα προσέταξεν ἐφεδρεύειν ἀναλαμβάνουσαν ἅμα καὶ προσδεχομένην τοὺς ἐν τῇ φυγῇ πρότερον διασπαρέντας, αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων ἐνέβαλε τοῖς πολεμίοις.
当前锋被击败后,全员溃散,普鲁塔克也逃之夭夭;一部分敌人迫近营垒,自以为大局已定,便企图捣毁并拆除栅栏。正当此时,献祭现出吉兆,雅典人随即从营中杀出,猛扑向他们,将他们击溃,并在防御工事周围斩杀了大批逃奔之敌。福基翁则命令重装步兵方阵作为预备队待命,同时收拢并接应先前溃散的部众,自己则率领精锐部队冲入敌阵。
καὶ μάχης καρτερᾶς γενομένης πάντες μὲν ἐκθύμως ἠγωνίσαντο καὶ ἀφειδῶς, Θάλλος δὲ ὁ Κινέου καὶ Γλαῦκος ὁ Πολυμήδους περὶ αὐτὸν τεταγμένοι τόν στρατηγὸν ἠρίστευσαν. οὐ μὴν ἀλλὰ καὶ Κλεοφάνης ἄξιον πλείστου παρέσχεν ἑαυτὸν ἐν ἐκείνῃ τῇ μάχῃ. τοὺς γὰρ ἱππεῖς ἀνακαλούμενος ἐκ τῆς τροπῆς καὶ βοῶν καὶ διακελευόμενος κινδυνεύοντι τῷ στρατηγῷ βοηθεῖν, ἐποίησεν ἀναστρέψαντας ἐπιρρῶσαι τὸ νίκημα τῶν ὁπλιτῶν.
一场激战随即展开,全体将士皆奋勇向前、舍生忘死,其中部署在主帅身旁的基涅阿斯之子塔卢斯与波吕墨得斯之子格劳库斯战功最为卓著。不仅如此,克勒奥法涅斯在那场战斗中也立下了极大的功劳;因为他将败逃的骑兵重新召集起来,大声疾呼并号召他们去救援身处险境的将军,使他们回转马头,巩固了重装步兵的胜果。
ἐκ τούτου τόν τε Πλούταρχον ἐξέβαλεν ἐκ τῆς Ἐρετρίας, καὶ Ζάρητρα φρούριον ἑλὼν ἐπικαιρότατον, ᾗ μάλιστα συνελαύνεται τὸ πλάτος εἰς βραχὺ διάζωμα τῆς νήσου σφιγγομένης ἑκατέρωθεν ταῖς θαλάσσαις, ὅσους ἔλαβεν αἰχμαλώτους Ἕλληνας ἀφῆκε, φοβηθεὶς τοὺς ῥήτορας τῶν Ἀθηναίων, μὴ πρὸς ὀργήν τι βιάσωνται τόν δῆμον ἀγνωμονῆσαι περὶ αὐτούς·2
战后,福基翁将普鲁塔克逐出埃雷特里亚,并攻占了扼守要冲的扎雷特拉堡垒——该处由于岛屿两侧被海水逼缩,宽度在此聚拢为极狭窄的颈峡——随后他释放了所有被俘的希腊人,因为他担心雅典的演说家们会唆使民众在盛怒之下对他们施以严厉无情的处置。
- 13.2τοὺς μὲν εὐθὺς ἐκ τοῦ στρατοπέδου προσπεσόντες οἱ Ἀθηναῖοι τρέπουσι
句首的宾格 τοὺς μέν 指代前文逼近并企图拆除营垒的部分敌军(ἔνιοι τῶν πολεμίων),作动词 τρέπουσι 的直接宾语。该成分前置以示强调,并与后文的 ὁ δὲ Φωκίων 形成 μέν...δέ 的对比结构。
- 13.4μὴ πρὸς ὀργήν τι βιάσωνται τόν δῆμον ἀγνωμονῆσαι περὶ αὐτούς
由表示担心的分词 φοβηθείς 引出的 μή 从句。动词 βιάσωνται 接宾格(τόν δῆμον)和不定式(ἀγνωμονῆσαι),构成“强迫/唆使民众做出不合情理(严酷)之举”的使役强迫结构。τι 为中性宾格不定代词,作状语或内含宾语使用。
