← 普鲁塔克

恺撒传

§52.1-52.6

远征阿非利加与初期的给养困境

凯撒率军远征阿非利加迎战共和派势力,并利用一位名叫西庇阿的人抵消神谕的影响,但军队面临严重的给养匮乏并险些因努米底亚骑兵的奇袭而溃败。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§52.1

τῶν δὲ περὶ Κάτωνα καὶ Σκηπίωνα μετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύην φυγόντων κἀκεῖ, τοῦ βασιλέως Ἰόβα βοηθοῦντος αὐτοῖς, ἠθροικότων δυνάμεις ἀξιολόγους, ἔγνω στρατεύειν ὁ Καῖσαρ ἐπʼ αὐτούς· καὶ περὶ τροπὰς χειμερινὰς διαβὰς εἰς Σικελίαν, καὶ βουλόμενος εὐθὺς ἀποκόψαι τῶν περὶ αὐτὸν ἡγεμόνων ἅπασαν ἐλπίδα μελλήσεως καὶ διατριβῆς, ἐπὶ τοῦ κλύσματος ἔπηξε τὴν ἑαυτοῦ σκηνήν καὶ γενομένου πνεύματος ἐμβὰς ἀνήχθη μετὰ τρισχιλίων πεζῶν καὶ ἱππέων ὀλίγων.

在法萨卢斯战役之后,加图与西庇阿一派逃往利比亚,并在朱巴国王的资助下在当地聚集起相当可观的军队,凯撒因而决定向他们进军。在冬至前后渡海前往西西里后,他为了立即断绝身边将领们拖延与耽搁的念头,便将自己的帐篷扎在浪花拍打的岸边;当顺风吹起时,他便登船启航,带了三千步兵和少数骑兵。

§52.2

ἀποβιβάσας δὲ τούτους λαθών ἀνήχθη πάλιν, ὑπὲρ τῆς μείζονος ὀρρωδῶν δυνάμεως· καὶ κατὰ θάλατταν οὖσιν ἤδη προστυχών κατήγαγεν ἅπαντας εἰς τὸ στρατόπεδον.πυνθανόμενος δὲ χρησμῷ τινι παλαιῷ θαρρεῖν τοὺς πολεμίους, ὡς προσῆκον1 ἀεὶ τῷ Σκηπιώνων γένει κρατεῖν ἐν Λιβύῃ, χαλεπὸν εἰπεῖν εἴτε φλαυρίζων ἐν παιδιᾷ τινι τὸν Σκηπίωνα στρατηγοῦντα τῶν πολεμίων, εἴτε καὶ σπουδῇ τὸν οἰωνὸν οἰκειούμενος, ἦν γὰρ καὶ παρʼ αὐτῷ τις ἄνθρωπος ἄλλως μὲν εὐκαταφρόνητος καὶ παρημελημένος, οἰκίας δὲ τῆς Ἀφρικανῶν Σκηπίων ἐκαλεῖτο Σαλλουστίων, τοῦτον ἐν ταῖς μάχαις προέταττεν ὥσπερ ἡγεμόνα τῆς στρατιᾶς, ἀναγκαζόμενος πολλάκις ἐξάπτεσθαι τῶν πολεμίων καὶ φιλομαχεῖν.

他在暗中将这些人送上岸后,又因担忧主力大军而再次出海;他在海上正好遇上了他们,并将全军带回军营。由于听说敌人依仗一条古老的预言而士气高涨,该预言称西庇阿家族的人注定总能在利比亚获胜,很难说究竟是为了戏弄而在玩笑中蔑视统领敌军的西庇阿,还是真正想要将这一吉兆据为己有——因为在他营中也有一个平时颇受轻视、默默无名的人,但属于阿非利加努斯家族,名叫西庇阿·萨卢斯提翁;凯撒便在交战时将此人推在阵前,宛如全军统帅一般,因为他经常被迫与敌军接战、频繁厮杀。

§52.4

ἦν γὰρ οὔτε σῖτος τοῖς ἀνδράσιν ἄφθονος οὔτε ὑποζυγίοις χιλός, ἀλλὰ βρύοις ἠναγκάζοντο θαλαττίοις, ἀποπλυθείσης τῆς ἁλμυρίδος, ὀλίγην ἄγρωστιν ὥσπερ ἥδυσμα παραμιγνύντες ἐπάγειν τοὺς ἵππους,2 οἱ γὰρ Νομάδες ἐπιφαινόμενοι πολλοὶ καὶ ταχεῖς ἑκάστοτε κατεῖχον τὴν χώραν καί ποτε τῶν Καίσαρος ἱππέων σχολὴν ἀγόντων (ἔτυχε γὰρ αὐτοῖς ἀνὴρ Λίβυς ἐπιδεικνύμενος ὄρχησιν ἅμα καὶ μοναυλῶν θαύματος ἀξίως, οἱ δὲ τερπόμενοι καθῆντο τοῖς παισὶ τοὺς ἵππους ἐπιτρέψαντες), ἐξαίφνης περιελθόντες ἐμβάλλουσιν οἱ πολέμιοι, καὶ τοὺς μὲν αὐτοῦ κτείνουσι, τοῖς δὲ εἰς τὸ στρατόπεδον προτροπάδην ἐλαυνομένοις συνεισέπεσον.

因为战士们既无充足的粮食,驮畜也无草料,他们不得不把海藻冲去盐分后,掺杂少许杂草当作调味,用来喂养马匹。努米底亚人成群结队、行动迅速,常常出没控制着周边乡野;有一次,凯撒的骑兵们正在闲暇歇息(原来有一名利比亚男子正在为他们表演令人惊叹的舞蹈并同时吹奏单管笛,骑兵们看得心满意足,把马匹交给侍役便席地而坐),敌军突然包围并猛冲过来,当场斩杀一部分人,并尾随仓皇奔逃者一路冲进了营地。

§52.6

εἰ δὲ μὴ Καῖσαρ αὐτός, ἅμα δὲ Καίσαρι Πολλίων Ἀσίννιος βοηθοῦντες ἐκ τοῦ χάρακος ἔσχον τὴν φυγήν, διεπέπρακτʼ ἂν ὁ πόλεμος,3 ἔστι δʼ ὅτε καὶ καθʼ ἑτέραν μάχην ἐπλεονέκτησαν οἱ πολέμιοι συμπλοκῆς γενομένης, ἐν ᾗ Καῖσαρ τὸν ἀετοφόρον φεύγοντα λέγεται κατασχὼν ἐκ τοῦ αὐχένος ἀναστρέψαι καὶ εἰπεῖν ἐνταῦθα εἰσιν οἱ πολέμιοι.

若不是凯撒亲自,并与凯撒一同赶来的阿西尼乌斯·波利奥从营垒出击驰援,遏制了溃退,这场战争当时便已彻底告终。在另一次交锋中,战局陷入混战时敌军也一度占了上风,据说在这场战斗中,凯撒一把抓住一名逃跑的鹰旗手的脖子,将他扭转过来,说道: “敌人在那儿呢!”

语法注3 条
  1. 52.2ὡς προσῆκον

    由非人称动词 προσήκει 的中性单数分词 προσῆκον 加上 ὡς 构成的宾格绝对结构,用于引出神谕所宣称的内容或敌方据此建立的信念。

  2. 52.4ἐπάγειν τοὺς ἵππους

    由 ἠναγκάζοντο 支配的 ἐπάγω 的不定式,在此处表示“用……喂养(马匹)”或“给马匹提供饲料”的特殊用法。

  3. 52.6εἰ δὲ μὴ ... ἔσχον ... διεπέπρακτʼ ἂν ὁ πόλεμος

    与过去事实相反的非真实条件句。条件从句使用不定过去时直陈语气 ἔσχον,主句使用 ἄν 加上过去完成时被动直陈语气 διεπέπρακτο,表示过去已经完成的结果:“战争本就(彻底)了结了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:52.1-52.6