- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:51.1-51.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒在第二次独裁官任期将尽时返回罗马并被指定为次年执政官,但他对哗变士兵的轻判以及出于政治需要对其部下放肆行径的纵容,招致了民众的怨愤与恶评。
ἐκ τούτου διαβαλὼν εἰς Ἰταλίαν ἀνέβαινεν εἰς Ῥώμην, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ὃν ᾕρητο δικτάτωρ τὸ δεύτερον, οὐδέποτε τῆς ἀρχῆς ἐκείνης πρότερον ἐνιαυσίου γενομένης· εἰς δὲ τοὐπιὸν ὕπατος ἀπεδείχθη, καὶ κακῶς ἤκουσεν ὅτι τῶν στρατιωτῶν στασιασάντων καὶ δύο στρατηγικοὺς ἄνδρας ἀνελόντων, Κοσκώνιον καὶ Γάλβαν, ἐπετίμησε μὲν αὐτοῖς τοσοῦτον ὅσον ἀντὶ στρατιωτῶν πολίτας προσαγορεῦσαι,1 χιλίας δὲ διένειμεν ἑκάστῳ δραχμὰς καὶ χώραν τῆς Ἰταλίας ἀπεκλήρωσε πολλήν.
此后,他渡海来到意大利,前往罗马;当时他第二次被选为独裁官的那一年即将结束——此前该职位从未是一年任期的。他被指定为下一年的执政官,但他却招致了恶名:因为当士兵们发动哗变并杀害了两位前裁判官科斯科纽斯和加尔巴时,他对士兵们的惩戒仅仅止于将他们称为“公民”而非“士兵”,随后更给每人分发了一千德拉克马,并划拨了意大利的大片土地。
ἦν δὲ αὐτοῦ διαβολὴ2 καὶ ἡ Δολοβέλλα μανία καὶ ἡ Ἀμαντίου φιλαργυρία καὶ μεθύων Ἀντώνιος καὶ Κορφίνιος τὴν Πομπηΐου σκευωρούμενος οἰκίαν καὶ μετοικοδομῶν ὡς ἱκανὴν οὐκ οὖσαν. ἐπὶ τούτοις γὰρ ἐδυσφόρουν Ῥωμαῖοι. Καῖσαρ δὲ διὰ τὴν ὑπόθεσιν τῆς πολιτείας οὐκ ἀγνοῶν οὐδὲ βουλόμενος3 ἠναγκάζετο χρῆσθαι τοῖς ὑπουργοῦσι.
此外,多拉贝拉的癫狂、阿曼提乌斯的贪婪、酗酒的安东尼,以及科尔菲纽斯以庞培的宅邸不够宽敞为由而肆意改造翻建,也都成了针对他的谤议;因为罗马人对此深感愤慨。然而凯撒出于自己政治纲领的需要,既非不知情,也非本心所愿,却不得不任用这些为自己效力的人。
- 51.1ἐπετίμησε μὲν αὐτοῖς τοσοῦτον ὅσον ἀντὶ στρατιωτῶν πολίτας προσαγορεῦσαι
相关代词 τοσοῦτον ... ὅσον 后接表示程度或结果的不定式 προσαγορεῦσαι,构成“惩罚程度仅止于称呼他们为……”的限制性表达。随后由 μὲν ... δέ 引出金钱和土地的丰厚犒劳,形成鲜明的行为反差。
- 51.2ἦν δὲ αὐτοῦ διαβολὴ
人称代词属格 αὐτοῦ 作名词 διαβολή 的宾格性属格,意为“针对他的非难/恶名之源”。其主语是由后文并列的名词短语及分词短语构成的复合成分(ἡ Δολοβέλλα μανία 等)。
- 51.2οὐκ ἀγνοῶν οὐδὲ βουλόμενος
分词 ἀγνοῶν 和 βουλόμενος 修饰主动词 ἠναγκάζετο,带有让步意味,意为“既非不知情,亦非出于自愿”。这里的双重否定表明,凯撒起用这些部下完全是出于政治处境的迫不得已(διὰ τὴν ὑπόθεσιν τῆς πολιτείας)。
