- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:49.1-49.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克娄巴特拉藏身于铺盖袋中潜入见恺撒并令其倾心,促成了与弟弟的共治,然而近臣的阴谋败露引发了亚历山大里亚战争。恺撒历经断水之困、战舰焚毁波及图书馆以及跳海泅渡脱险等生死危机,最终战胜敌军,确立克娄巴特拉的统治后开赴叙利亚。
κἀκείνη παραλαβοῦσα τῶν φίλων Ἀπολλόδωρον τὸν Σικελιώτην μόνον, εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς μὲν βασιλείοις προσέσχεν ἤδη συσκοτάζοντος· ἀπόρου δὲ τοῦ λαθεῖν ὄντος ἄλλως,1 ἡ μὲν εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ Ἀπολλόδωρος ἱμάντι συνδήσας τὸν στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα, καὶ τούτῳ τε πρώτῳ λέγεται τῷ τεχνήματι τῆς Κλεοπάτρας ἁλῶναι, λαμυρᾶς φανείσης, καὶ τῆς ἄλλης ὁμιλίας καὶ χάριτος ἥττων γενόμενος διαλλάξαι πρὸς τὸν ἀδελφὸν ὡς συμβασιλεύσουσαν. ἔπειτα δʼ ἐν ταῖς διαλλαγαῖς ἑστιωμένων ἁπάντων οἰκέτης Καίσαρος κουρεύς, διὰ δειλίαν, ᾗ πάντας ἀνθρώπους ὑπερέβαλεν, οὐδὲν ἐῶν ἀνεξέταστον, ἀλλʼ ὠτακουστῶν καὶ πολυπραγμονῶν, συνῆκεν ἐπιβουλὴν Καίσαρι πραττομένην ὑπʼ Ἀχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου.
她仅带上了密友中的西西里人阿波罗多洛斯,登上一只轻舟,趁着天色已暗抵达王宫;由于别无隐藏行迹之法,她钻进一只铺盖袋中,将身躯尽量伸长,阿波罗多洛斯用皮带将袋子系紧,穿门而入,抬到恺撒面前。据说,由于克娄巴特拉的这一妙计展现了风情妖娆,恺撒首先为此着迷,继而被她随后的谈吐与魅力所征服,遂调解了她与其弟的纷争,使之成为共治君主。随后,当众人在和解宴上开怀畅饮时,恺撒手下一个做理发师的家奴,因其胆怯远超众人,凡事都不肯放过,处处偷听并多管闲事,竟发觉了将领阿希拉斯与宦官波提努斯谋害恺撒的阴谋。
φωράσας δὲ ὁ Καῖσαρ φρουρὰν μὲν περιέστησε τῷ ἀνδρῶνι, τὸν δὲ Ποθεινὸν ἀνεῖλεν ὁ δὲ Ἀχιλλᾶς φυγὼν εἰς τὸ στρατόπεδον περιΐστησιν αὐτῷ βαρὺν καὶ δυσμεταχείριστον πόλεμον, ὀλιγοστῷ τοσαύτην ἀμυνομένῳ πόλιν καὶ δύναμιν.2 ἐν ᾧ πρῶτον μὲν ἐκινδύνευσεν ὕδατος ἀποκλεισθείς· αἱ γὰρ διώρυχες ἀπῳκοδομήθησαν ὑπὸ τῶν πολεμίων δεύτερον δὲ περικοπτόμενος τὸν στόλον ἠναγκάσθη διὰ πυρὸς ἀπώσασθαι τὸν κίνδυνον, ὃ καὶ τὴν μεγάλην βιβλιοθήκην ἐκ τῶν νεωρίων ἐπινεμόμενον διέφθειρε·3 τρίτον δὲ περὶ τῇ Φάρῳ μάχης συνεστώσης κατεπήδησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον καὶ παρεβοήθει τοῖς ἀγωνιζομένοις, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις καὶ χαλεπῶς. ὅτε καὶ λέγεται βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι4 βαλλόμενος καὶ βαπτιζόμενος, ἀλλʼ ἀνέχων ὑπὲρ τῆς θαλάσσης τὰ βιβλίδια τῇ ἑτέρᾳ χειρὶ νήχεσθαι τὸ δὲ ἀκάτιον εὐθὺς ἐβυθίσθη.
恺撒识破此计后,派卫兵包围了宴客厅,将波提努斯处死;但阿希拉斯逃回兵营,挑起了一场令恺撒沉重且极难应对的战争,因为恺撒只得以极寡的手下对抗如此巨大的城池和兵力。在这一战事中,他首先因断水而陷入险境,因各处运河皆被敌军筑墙阻断;其次,当船队面临被截断时,他被迫借火攻退敌自保,而大火从造船厂蔓延开来,也焚毁了皇家大图书馆;第三次,在法罗斯岛附近爆发激战时,他从防波堤跳上一只小船去支援交战的士兵,但因埃及人从四面八方驾船扑来,他纵身跃入海中,历尽艰险方才游水脱险。据说当时他手中握有许多文书,即便遭投枪石块乱击并沉入水中,也决不撒手,而是一只手把文书高举过海面,用另一只手划水;那只小船则立刻沉没了。
τέλος δέ, τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψας μάχην ἐνίκησε, πολλῶν πεσόντων αὐτοῦ τε τοῦ βασιλέως ἀφανοῦς γενομένου, καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν ὕστερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ὃν Ἀλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, ὥρμησεν ἐπὶ Συρίας.
最终,在国王投奔敌军之后,恺撒发起进攻并与之交战,大获全胜,敌军死伤枕藉,国王本人亦下落不明;在留下克娄巴特拉统治埃及——她不久后便为恺撒生下一子,被亚历山大里亚人称为恺撒里昂——之后,恺撒便挥师开赴叙利亚。
- 49.1ἀπόρου δὲ τοῦ λαθεῖν ὄντος ἄλλως
属格绝对结构。带冠词的不定式 τοῦ λαθεῖν 用作形容词 ἀπόρου 的逻辑主语(即“隐匿行迹是不可能的”)。
- 49.3ὀλιγοστῷ τοσαύτην ἀμυνομένῳ πόλιν καὶ δύναμιν
与格分词短语,与前文的与格代词 αὐτῷ(恺撒)同格一致。ὀλιγοστός(带领极少兵力的)修饰表示防守的分词 ἀμυνομένῳ,意为“(给予)以寡弱之势抗击如此大城及军力的他”。
- 49.3ὃ καὶ τὴν μεγάλην βιβλιοθήκην ἐκ τῶν νεωρίων ἐπινεμόμενον διέφθειρε
关系代名词 ὃ 以先前 διὰ πυρός 中的中性名词 πῦρ(火)为先行词;随后的现在分词 ἐπινεμόμενον 亦为中性单数主格,描述火势蔓延。虽然在语法上 ὃ 亦可指代整件事,但将其先行词视为具体的“火”最合乎文意,因为正是火从造船厂蔓延并焚毁了图书馆。
- 49.4ὅτε καὶ λέγεται βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι
取决于 λέγεται 的“主格带不定式”结构(Nominativus cum Infinitivo)。虽然主语恺撒并未显式写出,但分词 κρατῶν(连同其后的 βαλλόμενος, βαπτιζόμενος, ἀνέχων)均采用主格,表明不定式 μὴ προέσθαι 与 νήχεσθαι 的逻辑主语即是主句主语恺撒。
