- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:48.1-48.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒施惠于色萨利与亚细亚后抵达亚历山大里亚,哀悼遇害的庞培并优待其部属;面对宦官波提努斯的暗算与挑衅,恺撒拒绝其离境要求,暗中召来克娄巴特拉。
Καῖσαρ δὲ τῷ Θετταλῶν ἔθνει τὴν ἐλευθερίαν ἀναθεὶς νικητήριον ἐδίωκε Πομπήϊον· ἁψάμενος δὲ τῆς Ἀσίας Κνιδίους τε Θεοπόμπῳ τῷ συναγαγόντι τοὺς μύθους χαριζόμενος ἠλευθέρωσε, καὶ πᾶσι τοῖς τὴν Ἀσίαν κατοικοῦσι τὸ τρίτον τῶν φόρων ἀνῆκεν.
恺撒将自由奉献给色萨利部族作为战胜的祭品,随后便追击庞培;抵达亚细亚后,因顾念整理神话传说的泰奥彭普斯的面子,他解放了克尼多斯人,并为亚细亚的所有居民减免了三分之一的赋税。
εἴς δὲ Ἀλεξάνδρειαν ἐπὶ Πομπηΐῳ τεθνηκότι καταχθείς Θεόδοτον μὲν ἀπεστράφη τὴν Πομπηΐου κεφαλὴν προσφέροντα, τὴν δὲ σφραγῖδα δεξάμενος τοῦ ἀνδρὸς κατεδάκρυσεν ὅσοι δὲ τῶν ἑταίρων αὐτοῦ καὶ συνήθων πλανώμενοι κατὰ τὴν χώραν ἑαλώκεσαν ὑπὸ τοῦ βασιλέως, πάντας εὐεργέτησε καὶ προσηγάγετο. τοῖς δὲ φίλοις εἴς Ῥώμην ἔγραφεν ὅτι τῆς νίκης ἀπολαύοι τοῦτο μέγιστον καὶ ἥδιστον, τὸ σῴζειν τινὰς ἀεὶ τῶν πεπολεμηκότων πολιτῶν αὐτῷ.1
当他在庞培已死之后抵达亚历山大里亚时,狄奥多托斯呈上庞培的首级,他厌恶地转过头去,但在接获庞培的印戒时却潸然泪下;庞培的同袍与故旧中,凡在境内流窜而被国王捕获者,他一概善待并笼络至自己麾下。他致信罗马的友人道,这场胜利带给他的最大且最惬意之享受,莫过于能够不断拯救一些曾与他为敌的同胞公民。
τὸν δὲ αὐτόθι πόλεμον οἱ μὲν οὐκ ἀναγκαῖον. ἀλλʼ ἔρωτι Κλεοπάτρας ἄδοξον αὐτῷ καὶ κινδυνώδη γενέσθαι λέγουσιν, οἱ δὲ τοὺς βασιλικοὺς αἰτιῶνται, καὶ μάλιστα Τὸν εὐνοῦχον Ποθεινόν, ὃς πλεῖστον δυνάμενος καὶ Πομπήϊον μὲν ἀνῃρηκὼς ἔναγχος, ἐκβεβληκὼς δὲ Κλεοπάτραν, κρύφα μὲν ἐπεβούλευε τῷ Καίσαρι· καὶ διὰ τοῦτό φασιν αὐτὸν ἀρξάμενον ἔκτοτε διανυκτερεύειν ἐν τοῖς πότοις ἕνεκα φυλακῆς τοῦ σώματος· φανερῶς δὲ οὐκ ἦν ἀνεκτός ἐπίφθονα πολλὰ καὶ πρὸς ὕβριν εἴς Τὸν Καίσαρα λέγων καὶ πράττων.
关于当地的战事,有人说这本是不必要的,只因他对克娄巴特拉的迷恋才招致耻辱且陷入险境;另一些人则归咎于王廷近臣,尤其是权倾一时的宦官波提努斯。波提努斯不久前刚谋害了庞培,又驱逐了克娄巴特拉,此时更在暗中图谋加害恺撒。据说恺撒因此自那时起开始在饮宴中通宵达旦,借此防身自卫;在明处,波提努斯亦令人难以容忍,言行多有招致公愤并蓄意侮辱恺撒之处。
τοὺς μὲν γὰρ στρατιώτας Τὸν κάκιστον μετρουμένους καὶ παλαιότατον σῖτον ἐκέλευσεν ἀνέχεσθαι καὶ στέργειν, ἐσθίοντας τὰ ἀλλότρια, πρὸς δὲ τὰ δεῖπνα σκεύεσιν ἐχρῆτο ξυλίνοις καὶ κεραμεοῖς, ὡς τὰ χρυσᾶ καὶ ἀργυρᾶ πάντα Καίσαρος ἔχοντος εἴς τι χρέος,2 ὤφειλε γὰρ ὁ τοῦ βασιλεύοντος τότε πατὴρ Καίσαρι χιλίας ἑπτακοσίας πεντήκοντα μυριάδας, ὧν τὰς μὲν ἄλλας ἀνῆκε τοῖς παισὶν αὐτοῦ πρότερον ὁ Καῖσαρ, τὰς δὲ χιλίας ἠξίου τότε λαβὼν διαθρέψαι τὸ στράτευμα.
事实上,他勒令分得最劣质、最陈腐谷物的士兵们忍耐服从,说他们吃的是别人的粮食;举行晚宴时,他使用木质和陶制器具,佯称金银器皿皆因抵债而被恺撒据为己有。因为当时在位的国王之父曾欠恺撒一千七百五十万德拉克马,其中余款恺撒此前已免除了其子嗣的债务,但此时要求收回一千万,以维持军队的补给。
τοῦ δὲ Ποθεινοῦ νῦν μὲν αὐτὸν ἀπιέναι καὶ τῶν μεγάλων ἔχεσθαι πραγμάτων κελεύοντος, ὕστερον δὲ κομιεῖσθαι μετὰ χάριτος, εἰπὼν ὡς Αἰγυπτίων ἐλάχιστα δέοιτο συμβούλων,3 κρύφα τὴν Κλεοπάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο.
当波提努斯劝告他眼下应当离开去料理大事,日后这笔钱定会感激奉还时,恺撒表示自己最不需要的就是埃及人充当谋士,遂暗中从乡间召来克娄巴特拉。
- 48.2τῆς νίκης ἀπολαύοι τοῦτο μέγιστον καὶ ἥδιστον, τὸ σῴζειν τινὰς ἀεὶ τῶν πεπολεμηκότων πολιτῶν αὐτῷ
ἀπολαύοι 为间接引语中紧接过去时主动词(ἔγραφεν)的祈愿语气。动词 ἀπολαύειν 通常支配属格(τῆς νίκης),代词 τοῦτο 则充当内面宾格/同源宾格,先预指后面的解释性定冠词不定式短语 τὸ σῴζειν...。从属从句中的代词 αὐτῷ 指代主句主语(恺撒),作间接反身用法。
- 48.4ὡς τὰ χρυσᾶ καὶ ἀργυρᾶ πάντα Καίσαρος ἔχοντος εἴς τι χρέος
连词 ὡς 与属格独立结构(Καίσαρος ἔχοντος)连用,表达行为者(波提努斯)主观声称的借口或由头(“佯称恺撒以抵债为由据有了全部金银器”),而非作者叙述的客观事实。
- 48.5τοῦ δὲ Ποθεινοῦ νῦν μὲν αὐτὸν ἀπιέναι καὶ τῶν μεγάλων ἔχεσθαι πραγμάτων κελεύοντος, ὕστερον δὲ κομιεῖσθαι μετὰ χάριτος, εἰπὼν ὡς Αἰγυπτίων ἐλάχιστα δέοιτο συμβούλων
句首 τοῦ δὲ Ποθεινοῦ... κελεύοντος 为属格独立结构,其规劝内容通过宾格不定式结构(αὐτὸν ἀπιέναι... κομιεῖσθαι)展开。随后的分词 εἰπών 则是主格阳性单数,与主句谓语动词 μετεπέμπετο 的主语(恺撒)保持一致,主语由此从波提努斯转换为恺撒。
