← 普鲁塔克

恺撒传

§2.1-2.4

恺撒在海盗处的傲慢羁押与获释后的报复

恺撒在被海盗扣押期间态度傲然,主动增加赎金,获释后随即率舰突袭俘获海盗,并无视犹豫不决的总督而将他们全部钉死在十字架上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

πρῶτον μὲν οὖν αἰτηθεὶς ὑπʼ αὐτῶν λύτρα εἴκοσι τάλαντα κατεγέλασεν ὡς οὐκ εἰδότων ὃν ᾑρήκοιεν,1 αὐτὸς δὲ ὡμολόγησε πεντήκοντα δώσειν ἔπειτα τῶν περὶ αὐτὸν ἄλλον εἰς ἄλλην διαπέμψας πόλιν ἐπὶ τὸν τῶν χρημάτων πορισμόν, ἐν ἀνθρώποις φονικωτάτοις Κίλιξι μεθʼ ἑνὸς φίλου καὶ δυοῖν ἀκολούθοιν ἀπολελειμμένος οὕτω καταφρονητικῶς εἶχεν ὥστε πέμπων ὁσάκις ἀναπαύοιτο προσέταττεν αὐτοῖς σιωπᾶν.

于是,起初当海盗向他勒索二十塔兰同赎金时,他嘲笑他们不知道自己抓捕的是谁,反而主动答应给他们五十塔兰同。随后,他将身边的随从分派到各个城市去筹措这笔款项,自己仅带着一位朋友和两名仆人留在极其残忍的基利家人之中,却傲慢不逊到了这种地步:每当他要休息时,就派人命令他们保持肃静。

§2.2

ἡμέραις δὲ τεσσαράκοντα δυεῖν δεούσαις, ὥσπερ οὐ φρουρούμενος, ἀλλὰ δορυφορούμενος ὑπʼ αὐτῶν, ἐπὶ πολλῆς ἀδείας συνέπαιζε καὶ συνεγυμνάζετο. καὶ ποιήματα γράφων καὶ λόγους τινὰς ἀκροαταῖς ἐκείνοις ἐχρῆτο, καὶ τοὺς μὴ θαυμάζοντας ἄντικρυς ἀπαιδεύτους καὶ βαρβάρους ἀπεκάλει, καὶ σὺν γέλωτι πολλάκις ἠπείλησε κρεμᾶν αὐτούς.

在三十八天里,他完全像是由他们护卫而非被他们看押一样,极其泰然自若地同他们一起嬉戏、共同锻炼。他写下诗篇和一些演说辞,把他们当作听众;凡是不予赞赏的人,他就当面斥责为粗鄙不文的蛮族,并经常笑着威胁要将他们吊死。

§2.3

οἱ δὲ ἔχαιρον, ἀφελείᾳ τινὶ καὶ παιδιᾷ τὴν παρρησίαν ταύτην νέμοντες.2 ὡς δὲ ἧκον ἐκ Μιλήτου τὰ λύτρα καὶ δοὺς ἀφείθη, πλοῖα πληρώσας εὐθὺς ἐκ τοῦ Μιλησίων λιμένος ἐπὶ τοὺς λῃστὰς ἀνήγετο καὶ καταλαβὼν ἔτι πρὸς τῇ νήσῳ ναυλοχοῦντας ἐκράτησε τῶν πλείστων, καὶ τὰ μὲν χρήματα λείαν ἐποιήσατο, τοὺς δὲ ἄνδρας ἐν Περγάμῳ καταθέμενος εἰς τὸ δεσμωτήριον αὐτὸς ἐπορεύθη πρὸς τὸν διέποντα τὴν Ἀσίαν Ἰούνιον, ὡς ἐκείνῳ προσῆκον ὄντι στρατηγῷ κολάσαι τοὺς ἑαλωκότας.3

海盗们倒很高兴,把这种直率归因于某种质朴与玩笑。然而,当赎金从米利都运抵,他付清款项获释后,给船只配齐人手,立即从米利都人的港口出海扑向海盗。他赶上海盗仍停泊在该岛附近,制服了其中的绝大多数;财物被他充作战利品,人员则被押至帕加马关进监牢,随后他亲自前往统辖亚细亚的尤尼乌斯那里,认为惩处这些俘虏理当属于身为将官的他的职责。

§2.4

ἐκείνου δὲ καὶ τοῖς χρήμασιν ἐποφθαλμιῶντος ʽἦν γὰρ οὐκ ὀλίγα καὶ περὶ τῶν αἰχμαλώτων σκέψεσθαι φάσκοντος ἐπὶ σχολῆς, χαίρειν ἐάσας αὐτὸν4 ὁ Καῖσαρ εἰς Πέργαμον ᾤχετο, καὶ προαγαγὼν τοὺς λῃστὰς ἅπαντας ἀνεσταύρωσεν, ὥσπερ αὐτοῖς δοκῶν παίζειν ἐν τῇ νήσῳ προειρήκει πολλάκις.

但尤尼乌斯对这笔财物也垂涎三尺——因为为数委实不少——并声称将在闲暇时再斟酌处理俘虏之事。恺撒便不再理睬他,径直前往帕加马,将所有海盗押出并钉死在十字架上,正如他在岛上表面上开玩笑时多次预先告诫他们的一样。

语法注4 条
  1. 2.1ὡς οὐκ εἰδότων ὃν ᾑρήκοιεν

    连词 ὡς 引导属格绝对独立结构 οὐκ εἰδότων,表达主语恺撒的主观判断或理由(“以为他们不知所俘获者为何人”)。间接疑问从句 ὃν ᾑρήκοιεν 中的动词按历史时态后的间接引语规则采用了祈愿语气。

  2. 2.3ἀφελείᾳ τινὶ καὶ παιδιᾷ τὴν παρρησίαν ταύτην νέμοντες

    动词 νέμω 与与格(ἀφελείᾳ... καὶ παιδιᾷ)连用,表示“把……归咎/归因于……”或“视为……”。直接宾语为 τὴν παρρησίαν ταύτην,表明海盗们将恺撒肆无忌惮的言行归诸单纯的天真与戏谑,而未当真视作威胁。

  3. 2.3ὡς ἐκείνῳ προσῆκον ὄντι στρατηγῷ κολάσαι τοὺς ἑαλωκότας

    非人称动词 προσήκει 的中性宾格分词 προσῆκον 与 ὡς 连用,构成宾格绝对独立结构(accusativus absolutus),引出恺撒的主观动机(“认为作为行省长官的他理应惩治战俘”)。ἐκείνῳ 是 προσῆκον 的与格补足成分,ὄντι στρατηγῷ 为其同位语。

  4. 2.4χαίρειν ἐάσας αὐτὸν

    惯用习语 χαίρειν ἐάω 字面意义为“听凭某人作别”,引申为“不予理睬、置之不理、弃之不顾”。此处表明恺撒不再指望或理睬优柔寡断的尤尼乌斯,而是径自自行决断处置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:2.1-2.4