- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:1.1-1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏拉因恺撒与马略的亲属关系而敌视他并阻挠其竞选祭司,恺撒被迫逃匿,在逃往比提尼亚途中被海盗俘获。
τὴν Κίννα τοῦ μοναρχήσαντος θυγατέρα Κορνηλίαν,1 ὡς ἐπεκράτησε Σύλλας, οὔτε ἐλπίσιν οὔτε φόβῳ δυνηθεὶς ἀποσπάσαι Καίσαρος, ἐδήμευσε τὴν φερνὴν αὐτῆς. αἰτία δὲ Καίσαρι τῆς πρὸς Σύλλαν ἀπεχθείας ἡ πρὸς Μάριον οἰκειότης ἦν. Ἰουλίᾳ γὰρ, πατρὸς ἀδελφῇ Καίσαρος, ὁ πρεσβύτερος συνῴκει Μάριος, ἐξ ἧς ἐγεγόνει Μάριος ὁ νεώτερος, ἀνεψιὸς ὢν Καίσαρος.
当苏拉掌握权力时,既未能以希望也未能以恐惧使独裁者钦纳的女儿科尔内莉亚与恺撒分离,便没收了她的嫁妆。恺撒对苏拉产生仇怨的原因是他与马略的亲属关系。因为恺撒父亲的姐妹尤利娅嫁给了大马略,并生下了小马略,也就是恺撒的表兄。
ὡς δὲ ὑπὸ πλήθους φόνων ἐν ἀρχῇ καὶ διʼ ἀσχολίας ὑπὸ Σύλλα παρορώμενος οὐκ ἠγάπησεν,2 ἀλλὰ μετιὼν ἱερωσύνην εἰς τὸν δῆμον προῆλθεν οὔπω πάνυ μειράκιον ὤν, ταύτης μέν ἐκπεσεῖν αὐτὸν ὑπεναντιωθεὶς Σύλλας παρεσκεύασε, περὶ δὲ ἀναιρέσεως βουλευόμενος, ἐνίων λεγόντων ὡς οὐκ ἔχοι λόγον ἀποκτιννύναι παῖδα τηλικοῦτον, οὐκ ἔφη νοῦν ἔχειν αὐτούς, εἰ μὴ πολλοὺς ἐν τῷ παιδὶ τούτῳ Μαρίους ἐνορῶσι.
然而,恺撒并不满足于起初因屠杀繁多和事务繁忙而被苏拉所忽视,反而在尚未完全算是青年之时就出面走向民众谋求祭司职位。苏拉出面反对,使他未能获得该职。当苏拉商议要处死他时,有些人说杀死这样一个年纪尚轻的孩子毫无道理,苏拉却说,如果他们在这个孩子身上看不到许多个马略,那他们就是没有理智。
ταύτης τῆς φωνῆς ἀνενεχθείσης πρὸς Καίσαρα συχνὸν μέν τινα χρόνον πλανώμενος ἐν Σαβίνοις ἔκλεπτεν ἑαυτόν ἔπειτα διʼ ἀρρωστίαν εἰς οἰκίαν ἑτέραν μετακομιζόμενος κατὰ νύκτα περιπίπτει στρατιώταις τοῦ Σύλλα διερευνωμένοις ἐκεῖνα τὰ χωρία καὶ τοὺς κεκρυμμένους συλλαμβάνουσιν. ὧν τὸν ἡγεμόνα Κορνήλιον πείσας δυσὶ ταλάντοις ἀφείθη,3 καὶ καταβὰς εὐθὺς ἐπὶ θάλατταν ἐξέπλευσεν εἰς Βιθυνίαν πρὸς Νικομήδην τὸν βασιλέα.
这话传到恺撒耳中后,他在萨宾地区流亡隐匿了相当长一段时间;后来因病在夜间转移到另一处住所时,遭遇了苏拉搜查该地区并抓捕潜伏者的士兵。他用两塔兰同说服了他们的队长科尔内利乌斯,因而获释,随即下到海边,乘船前往比提尼亚投奔国王尼科美德斯。
παρʼ ᾧ διατρίψας χρόνον οὐ πολύν, εἶτα ἀποπλέων ἁλίσκεται περὶ τὴν Φαρμακοῦσσαν νῆσον ὑπὸ πειρατῶν ἤδη τότε στόλοις μεγάλοις καὶ σκάφεσιν ἀπλέτοις κατεχόντων τὴν θάλατταν.
他在那里停留的时间并不长,随后启航离开时,在法尔马库萨岛附近被海盗捕获,这些海盗在当时就已经凭借庞大的舰队和无数的船只控制了海面。
- 1.1τὴν Κίννα τοῦ μοναρχήσαντος θυγατέρα Κορνηλίαν
此名词短语虽以宾格置于句首,并非主句谓语动词 ἐδήμευσε 的直接宾语,而是分词短语中不定式 ἀποσπάσαι 的直接宾语;作为主题前置到句首后,在主句短语 τὴν φερνὴν αὐτῆς 中由属格代词 αὐτῆς 回指。
- 1.2ὡς δὲ ὑπὸ πλήθους φόνων ἐν ἀρχῇ καὶ διʼ ἀσχολίας ὑπὸ Σύλλα παρορώμενος οὐκ ἠγάπησεν
ὡς 引导的分句中主语为恺撒,由被动分词 παρορώμενος(“被忽视”)修饰。οὐκ ἠγάπησεν 意为“不甘于”、“不满足于”。该从句以及由 ἀλλά 引出的 προῆλθεν 构成背景从句,随后主句主语转换为苏拉(Σύλλας)。
- 1.3ὧν τὸν ἡγεμόνα Κορνήλιον πείσας δυσὶ ταλάντοις ἀφείθη
关系代词 ὧν 为所有属格(或客观属格),依附于 τὸν ἡγεμόνα Κορνήλιον,先行词为前文的 στρατιώταις。分词 πείσας(“说服”)与被动主谓动词 ἀφείθη(“被释放”)的主语均承前指恺撒。δυσὶ ταλάντοις 为表示手段的与格。
