← 普鲁塔克

庞培传

§7.1-7.3

突破三将合围与收服诸城邦

庞培通过集中兵力猛攻布鲁图部粉碎了敌方三位将领的合围,随后迫使执政官西庇阿的军队倒戈,并全歼卡尔博的骑兵部队,从而使各城邦纷纷归顺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἀνέστησαν οὖν ἐπʼ αὐτὸν τρεῖς ἅμα στρατηγοὶ πολέμιοι, Καρίνας καὶ Κλοίλιος καὶ Βροῦτος, οὐκ ἐναντίοι πάντες οὐδὲ ὁμόθεν, ἀλλὰ κύκλῳ τρισὶ στρατοπέδοις περιχωροῦντες ὡς ἀναρπασόμενοι.1 ὁ δὲ οὐκ ἔδεισεν, ἀλλὰ πᾶσαν εἰς ταὐτὸ τὴν δύναμιν συναγαγὼν ὥρμησεν ἐφʼ ἓν τὸ τοῦ Βρούτου στράτευμα, τοὺς ἱππεῖς, ἐν οἷς ἦν αὐτός, προτάξας.

于是敌方的三位统帅卡里纳斯、克洛埃利乌斯和布鲁图同时起兵针对他。他们并非全都从正面或同一个方向逼近,而是以三个军营从四面合围,企图将他一举歼灭。然而庞培毫不畏惧,他将全部兵力集结于一处,把自己所在的骑兵部队排在最前列,只向布鲁图那一支军队猛冲过去。

§7.2

ἐπεὶ δὲ καὶ παρὰ τῶν πολεμίων ἀντεξίππευσαν οἱ Κελτοί, τὸν πρῶτον αὐτῶν καὶ ῥωμαλεώτατον φθάνει παίσας ἐκ χειρὸς δόρατι καὶ καταβαλών.2 οἱ δὲ ἄλλοι τραπόμενοι καὶ τὸ πεζὸν συνετάραξαν, ὥστε φυγὴν γενέσθαι πάντων, ἐκ δὲ τούτου στασιάσαντες οἱ στρατηγοὶ πρὸς ἀλλήλους ἀνεχώρησαν, ὡς ἕκαστος ἔτυχε, Πομπηΐῳ δὲ προσεχώρουν αἱ πόλεις, ὡς διὰ φόβον ἐσκεδασμένων τῶν πολεμίων.

当敌方的凯尔特骑兵出阵迎战时,庞培抢先近身用长枪刺倒了冲在最前头也是最为强悍的一个敌人。其余的骑兵纷纷逃窜,连带冲乱了自己的步兵阵列,以致全军溃逃。此战之后,敌方的统帅们相互猜忌争吵,各自漫无目的地退却;由于敌军在惊恐中四散,各城邦便纷纷转而归顺庞培。

§7.3

αὖθις δὲ Σκηπίωνος ἐπιόντος αὐτῷ τοῦ ὑπάτου, πρὶν ἐν ἐμβολαῖς ὑσσῶν γενέσθαι τὰς φάλαγγας,3 οἱ Σκηπίωνος ἀσπασάμενοι τοὺς Πομπηΐου μετεβάλοντο, Σκηπίων δὲ ἔφυγε, τέλος δὲ Κάρβωνος αὐτοῦ περὶ τὸν Ἄρσιν ποταμὸν ἱππέων συχνὰς ἴλας ἐφέντος, εὐρώστως ὑποστὰς καὶ τρεψάμενος εἰς χαλεπὰ καὶ ἄφιππα χωρία πάντας ἐμβάλλει διώκων οἱ δὲ τὴν σωτηρίαν ἀνέλπιστον ὁρῶντες ἐνεχείρισαν αὑτοὺς μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων.

随后,执政官西庇阿又率军向他逼近,但在双方战线尚未进入投枪射程之前,西庇阿的士兵们便向庞培的士兵致意问候,随即倒戈易帜,西庇阿本人则仓皇逃走。最后,卡尔博亲自在阿尔西斯河一带派出多队骑兵袭击他,庞培顽强抵抗并击溃了敌骑,一路追击将他们全部赶入难以行马的险隘地形;敌兵见生路已绝,便连同武器和战马一并缴械投降。

语法注3 条
  1. 7.1ὡς ἀναρπασόμενοι

    连词 ὡς 与将来时分词 ἀναρπασόμενοι 连用,表示敌方将领的主观意图或目的(“企图将之一举吞没/全歼”)。

  2. 7.2φθάνει παίσας ἐκ χειρὸς δόρατι καὶ καταβαλών

    动词 φθάνω(抢先、先于)后接补充性分词 παίσας 与 καταβαλών,构成习惯用法,意为“抢先用手持之枪刺中并打倒(对方)”。短语 ἐκ χειρός 表示近身肉搏。

  3. 7.3πρὶν ἐν ἐμβολαῖς ὑσσῶν γενέσθαι τὰς φάλαγγας

    连词 πρίν 引导“宾格主语(τὰς φάλαγγας)+ 不定词(γενέσθαι)”结构。名词 ὑσσός 为罗马投枪(pilum)的希腊语对译词,整句意为“在双方方阵进入投枪射程之前”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:7.1-7.3