← 普鲁塔克

庞培传

§6.1-6.4

庞培在皮凯努姆起兵与组建三个军团

身在皮凯努姆的庞培不甘以流亡者身份投奔苏拉,毅然自行募兵,在当地支持下迅速组建了三个军团向苏拉进发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

τότε οὖν ὁ Πομπήϊος ἐν τῇ Πικηνίδι τῆς Ἰταλίας διέτριβεν, ἔχων μὲν αὐτόθι καὶ χωρία, τὸ δέ πλέον ταῖς πόλεσιν ἡδόμενος οἰκείως καὶ φιλικῶς πατρόθεν ἐχούσαις πρὸς αὐτόν, ὁρῶν δὲ τοὺς ἐπιφανεστάτους καὶ βελτίστους τῶν πολιτῶν ἀπολείποντας τὰ οἰκεῖα καὶ πανταχόθεν εἰς τὸ Σύλλα στρατόπεδον ὥσπερ εἰς λιμένα καταθέοντας, αὐτὸς οὐκ ἠξίωσεν ἀποδρὰς οὐδὲ ἀσύμβολος οὐδὲ χρῄζων βοηθείας, ἀλλὰ ὑπάρξας τινος χάριτος ἐνδόξως καὶ μετὰ δυνάμεως ἐλθεῖν πρὸς αὐτόν.1

当时,庞培正客居在意大利的皮凯努姆地区,部分原因是他在此地拥有庄园,但更多的是因为他喜爱那些因父辈渊源而对他亲近友善的诸城。他看到最显赫、最优秀的公民们纷纷抛弃家产,从四面八方奔向苏拉的营地犹如驶入避难的港湾,但他自己却不甘心以逃难者、两手空空的无功之辈或求援者的身份前去,而是想要先施以恩义,带着荣耀与军队去投奔他。

§6.2

ὅθεν ἐκίνει τοὺς Πικηνοὺς ἀποπειρώμενος. οἱ δὲ ὑπήκουον αὐτῷ προθύμως καὶ τοῖς παρὰ Κάρβωνος ἥκουσιν οὐ προσεῖχον. Οὐηδίου δέ τινος εἰπόντος ὅτι δημαγωγὸς αὐτοῖς ἐκ παιδαγωγείου παραπεπήδηκεν ὁ Πομπήϊος, οὕτως ἠγανάκτησαν ὥστε εὐθὺς ἀνελεῖν προσπεσόντες τὸν Οὐήδιον.

于是他试探着策动皮凯努姆人。人们热情地归服于他,根本不理睬卡尔博派来的人。有个名叫韦狄乌斯的人说庞培不过是个从学堂里跑出来的蛊惑之徒,众人竟愤怒至极,立即扑上前去将韦狄乌斯杀死了。

§6.3

ἐκ τούτου Πομπήϊος ἔτη μὲν τρία καὶ εἴκοσι γεγονώς, ὑπʼ οὐδενὸς δὲ ἀνθρώπων ἀποδεδειγμένος στρατηγός, αὐτὸς ἑαυτῷ δοὺς τὸ ἄρχειν, ἐν Αὐξίμῳ, πόλει μεγάλῃ, βῆμα θεὶς ἐν ἀγορᾷ, καὶ τοὺς πρωτεύοντας αὐτῶν ἀδελφοὺς δύο Οὐεντιδίους ὑπὲρ Κάρβωνος ἀντιπράττοντας διατάγματι μεταστῆναι τῆς πόλεως κελεύσας, στρατιώτας κατέλεγε, καὶ λοχαγοὺς καὶ ταξιάρχους κατὰ κόσμον ἀποδείξας ἑκάστοις τὰς κύκλῳ πόλεις ἐπῄει τὸ αὐτὸ ποιῶν.

自此,庞培虽年仅二十三岁,未经任何人任命为统帅,却自行赋予自己指挥大权。他在重镇奥克西穆姆的广场上筑起演说台,以法令勒令当地为卡尔博而与〔庞培〕对抗的首领文提狄乌斯兄弟二人迁出该城,随后便开始征召士兵;他为各部严整地任命了百夫长和军官,又巡视周围诸城照样行事。

§6.4

ἐξανισταμένων δὲ καὶ ὑποχωρούντων ὅσοι τὰ Κάρβωνος ἐφρόνουν,2 τῶν δὲ ἄλλων ἀσμένως ἐπιδιδόντων αὑτούς, οὕτω κατανείμας ἐν ὀλίγῳ χρόνῳ τρία τάγματα τέλεια, καὶ τροφὴν πορίσας καὶ σκευαγωγὰ καὶ ἁμάξας καὶ τὴν ἄλλην πᾶσαν παρασκευήν, ἦγε πρὸς Σύλλαν, οὐκ ἐπειγόμενος οὐδὲ τὸ λαθεῖν ἀγαπῶν, ἀλλὰ διατρίβων καθʼ ὁδὸν ἐν τῷ κακῶς ποιεῖν τοὺς πολεμίους, καὶ πᾶν ὅσον ἐπῄει τῆς Ἰταλίας πειρώμενος ἀφιστάναι τοῦ Κάρβωνος.

由于拥护卡尔博的人纷纷离弃退避,其他人则乐意挺身应征,庞培就这样在短时间内整编出三个齐整完备的军团,筹备了粮饷、辎重牲口、车驾以及所有其他军备,随后率军向苏拉进发。他既不急于赶路,也不屑于潜行隐匿,而是在沿途驻足打击敌人,并竭力使他所经过的每一处意大利土地脱离卡尔博。

语法注2 条
  1. 6.1αὐτὸς οὐκ ἠξίωσεν ἀποδρὰς οὐδὲ ἀσύμβολος οὐδὲ χρῄζων βοηθείας, ἀλλὰ ὑπάρξας τινος χάριτος ἐνδόξως καὶ μετὰ δυνάμεως ἐλθεῖν πρὸς αὐτόν

    不定词 ἐλθεῖν 作主要动词 οὐκ ἠξίωσεν 的宾语。修饰主语 αὐτός 的是一系列主格分词与形容词:由否定连词 οὐδέ 连接的 ἀποδράς、ἀσύμβολος、χρῄζων 与转折连词 ἀλλά 引出的 ὑπάρξας 形成鲜明对照,用以说明他前往时的状态与姿态。此外,动词 ὑπάρχω 在表达“率先施予(恩惠)”之义时依惯用结构支配属格(τινος χάριτος)。

  2. 6.4ἐξανισταμένων δὲ καὶ ὑποχωρούντων ὅσοι τὰ Κάρβωνος ἐφρόνουν

    分词 ἐξανισταμένων καὶ ὑποχωρούντων 虽为属格形式,但其逻辑主语由包含先行词的主格关系代词从句 ὅσοι τὰ Κάρβωνος ἐφρόνουν 直接充当,构成了变体独立属格结构。该句与后文规则的独立属格结构 τῶν δὲ ἄλλων ἀσμένως ἐπιδιδόντων αὑτούς 形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:6.1-6.4