- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:2.1-2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了展现阿尔西比亚德斯强烈胜负欲与好胜心的童年逸事(摔跤咬人、卧道阻挡马车),以及他以有失自由人体统和丑化面容为由拒学阿夫洛斯管,并促使该乐器在雅典贵族子弟教育中被彻底摒弃的经过。
τὸ δʼ ἦθος αὐτοῦ πολλὰς μὲν ὕστερον, ὡς εἰκὸς ἐν πράγμασι μεγάλοις καὶ τύχαις πολυτρόποις, ἀνομοιότητας πρὸς αὑτὸ καὶ μεταβολὰς ἐπεδείξατο. φύσει δὲ πολλῶν ὄντων καὶ μεγάλων παθῶν ἐν αὐτῷ, τὸ φιλόνεικον ἰσχυρότατον ἦν καὶ τὸ φιλόπρωτον, ὡς δῆλόν ἐστι τοῖς παιδικοῖς ἀπομνημονεύμασιν.
他的性格后来表现出许多前后不一和种种变迁,正如置身于重大事变和多变际遇中理所当然的那样。虽然他生性具有许多强烈的激情,但好胜心与争先之情最为炽烈,这从关于他童年的轶事中显而易见。
ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος, ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος, οἷος ἦν διαφαγεῖν1 τὰς χεῖρας. ἀφέντος δὲ τὴν λαβὴν ἐκείνου καὶ εἰπόντος· δάκνεις, ὦ Ἀλκιβιάδη, καθάπερ αἱ γυναῖκες, οὐκ ἔγωγε, εἶπεν, ἀλλʼ ὡς οἱ λέοντες. ἔτι δὲ μικρὸς ὢν ἔπαιζεν ἀστραγάλοις ἐν τῷ στενωπῷ, τῆς δὲ βολῆς καθηκούσης εἰς αὐτὸν ἅμαξα φορτίων ἐπῄει.
确实,他在摔跤中处于下风时,为了不被摔倒,把压制他的对手的握持之手拉到嘴边,简直要把对方的手咬穿。当对方松开把位并说道:“阿尔西比亚德斯,你像女人那样咬人”,他回答说:“我可不是,而是像狮子那样。” 又有一次,他尚且幼小的时候,在一条窄巷里玩抓拐骨游戏,正当轮到他掷骨时,一辆载货的马车驶了过来。
πρῶτον μὲν οὖν ἐκέλευε περιμεῖναι τὸν ἄγοντα τὸ ζεῦγος· ὑπέπιπτε γὰρ ἡ βολὴ τῇ παρόδῳ τῆς ἁμάξης· μὴ πειθομένου δὲ διʼ ἀγροικίαν, ἀλλʼ ἐπάγοντος, οἱ μὲν ἄλλοι παῖδες διέσχον, ὁ δʼ Ἀλκιβιάδης καταβαλὼν ἐπὶ στόμα πρὸ τοῦ ζεύγους καὶ παρατείνας ἑαυτόν, ἐκέλευεν οὕτως, εἰ βούλεται, διεξελθεῖν, ὥστε τὸν μὲν ἄνθρωπον ἀνακροῦσαι τὸ ζεῦγος ὀπίσω δείσαντα, τοὺς δʼ ἰδόντας ἐκπλαγῆναι καὶ μετὰ βοῆς συνδραμεῖν πρὸς αὐτόν.
起初,他要求赶车的人停下等待,因为他投掷的落点正好在马车的通道上;但那个赶车人粗鲁不听,依旧驱车向前,其他孩子都散开了,而阿尔西比亚德斯却脸朝下仆倒在畜队前,伸展全身,叫那人如果愿意就这般碾过去;结果那人吓得把车队倒了回去,目睹此景的人们无不大惊失色,叫喊着朝他跑来。
ἐπεὶ δὲ εἰς τὸ μανθάνειν ἧκε, τοῖς μὲν ἄλλοις ὑπήκουε διδασκάλοις ἐπιεικῶς, τὸ δʼ αὐλεῖν ἔφευγεν ὡς ἀγεννὲς καὶ ἀνελεύθερον· πλήκτρου μὲν γὰρ καὶ λύρας χρῆσιν οὐδὲν οὔτε σχήματος οὔτε μορφῆς ἐλευθέρῳ πρεπούσης διαφθείρειν, αὐλοὺς δὲ φυσῶντος ἀνθρώπου στόματι καὶ τοὺς συνήθεις ἂν πάνυ μόλις διαγνῶναι2 τὸ πρόσωπον.
当他到了求学年纪时,他相当顺从其他教师,唯独拒斥吹奏阿夫洛斯管,视之为卑贱且不符合自由人身份之事。因为他认为,使用拨子和里拉琴完全不会破坏符合自由人的风度与仪容,但当一个人用嘴吹奏管乐器时,即便是亲密熟人也极难辨认其面容。
ἔτι δὲ τὴν μὲν λύραν τῷ χρωμένῳ συμφθέγγεσθαι καὶ συνᾴδειν, τὸν δʼ αὐλὸν ἐπιστομίζειν καὶ ἀποφράττειν ἕκαστον τήν τε φωνὴν καὶ τὸν λόγον ἀφαιρούμενον. αὐλείτωσαν οὖν, ἔφη, Θηβαίων παῖδες· οὐ γὰρ ἴσασι διαλέγεσθαι· ἡμῖν δὲ τοῖς Ἀθηναίοις, ὡς οἱ πατέρες λέγουσιν, ἀρχηγέτις Ἀθηνᾶ καὶ πατρῷος Ἀπόλλων ἐστίν, ὧν ἡ μὲν ἔρριψε τὸν αὐλόν, ὁ δὲ καὶ τὸν αὐλητὴν ἐξέδειρεν.
不仅如此,里拉琴能与弹奏者一同发出声音、共同歌唱,而阿夫洛斯管却堵住吹奏者的嘴,剥夺了人的声音和话语。 “因此,”他说,“让底比斯人的孩子吹管去吧,因为他们不懂得如何交谈。但对于我们雅典人而言,正如父辈所言,雅典娜是我们的始祖女神,阿波罗是我们的先祖神,他们中前者扔掉了管笛,后者甚至剥了那个管乐吹奏者的皮。”
τοιαῦτα παίζων ἅμα καὶ σπουδάζων ὁ Ἀλκιβιάδης αὑτόν τε τοῦ μαθήματος ἀπέστησε καὶ τοὺς ἄλλους. ταχὺ γὰρ διῆλθε λόγος εἰς τοὺς παῖδας ὡς εὖ ποιῶν ὁ Ἀλκιβιάδης βδελύττοιτο3 τὴν αὐλητικὴν καὶ χλευάζοι τοὺς μανθάνοντας. ὅθεν ἐξέπεσε κομιδῇ τῶν ἐλευθέρων διατριβῶν καὶ προεπηλακίσθη παντάπασιν ὁ αὐλός.
阿尔西比亚德斯这般半开玩笑半认真地说着,不仅让自己脱离了这门功课,也让其他人放弃了。因为消息很快在孩子们当中传开,说阿尔西比亚德斯厌恶吹管之艺并嘲讽学习它的人,完全是正确的。自此阿夫洛斯管彻底从自由人的修习活动中被排挤出去,受到了完全的唾弃。
- 2.2οἷος ἦν διαφαγεῖν
οἷος(或 οἷός τε)接不定词表示“具有某种倾向/能力”或“大有……之势、几乎要……”。此处指他几乎要把对手的手硬生生咬穿的凶猛情态。
- 2.4καὶ τοὺς συνήθεις ἂν πάνυ μόλις διαγνῶναι
在间接引语中,ἄν 搭配不定词(διαγνῶναι)相当于直接引语中的潜势结构(ἄν + 希求法),意为“大概/甚至会……”。不定词的主语为宾格 τοὺς συνήθεις:“即便相熟的朋友也极难辨认其面容”。
- 2.6ὡς εὖ ποιῶν ὁ Ἀλκιβιάδης βδελύττοιτο
分词短语 εὖ ποιῶν 是一种惯用表达,意为“做得对”、“理所当然地”。连接词 ὡς 引导间接引语从句,由于主句为过去时(διῆλθε),从句动词采用转述希求法(βδελύττοιτο 与 χλευάζοι)。
