← 普鲁塔克

阿尔西比亚德斯传

§1.1-1.4

阿尔西比亚德斯的家世容貌与谈吐特征

本节叙述了阿尔西比亚德斯显赫的家族世系及早年受监护的情况,提及苏格拉底的关爱带给他的名望,并结合喜剧诗人的引文描绘了他贯穿一生的俊美外貌以及标志性的大舌头说话特点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

τὸ Ἀλκιβιάδου γένος ἄνωθεν Εὐρυσάκην τὸν Αἴαντος ἀρχηγὸν ἔχειν δοκεῖ, πρὸς δὲ μητρὸς Ἀλκμαιωνίδης ἦν, ἐκ Δεινομάχης γεγονὼς τῆς Μεγακλέους.1 ὁ δὲ πατὴρ αὐτοῦ Κλεινίας ἰδιοστόλῳ τριήρει περὶ Ἀρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ὕστερον δὲ Βοιωτοῖς μαχόμενος περὶ Κορώνειαν ἀπέθανε. τοῦ δὲ Ἀλκιβιάδου Περικλῆς καὶ Ἀρίφρων οἱ Ξανθίππου, προσήκοντες κατὰ γένος, ἐπετρόπευον.

阿尔西比亚德斯的世系,若向上追溯,被认为以埃阿斯之子欧律萨刻斯为始祖;而在母系方面,他属于阿尔克迈翁家族,是墨伽克勒斯之女狄诺玛克所生。他的父亲克勒尼亚斯在阿耳忒弥西昂海战中自备三列桨座战船英勇参战,后来在科罗尼亚与维奥蒂亚人的战斗中牺牲。阿尔西比亚德斯由克桑提普斯之子伯里克利和阿里弗隆这两位同族近亲监护。

§1.2

λέγεται δʼ οὐ κακῶς ὅτι τῆς Σωκράτους πρὸς αὐτὸν εὐνοίας καὶ φιλανθρωπίας οὐ μικρὰ πρὸς δόξαν ἀπέλαυσεν, εἴγε Νικίου μὲν καὶ Δημοσθένους καὶ Λαμάχου καὶ Φορμίωνος Θρασυβούλου τε καὶ Θηραμένους, ἐπιφανῶν ἀνδρῶν γενομένων κατʼ αὐτόν, οὐδενὸς οὐδʼ ἡ μήτηρ ὀνόματος τετύχηκεν,2 Ἀλκιβιάδου δὲ καὶ τίτθην, γένος Λάκαιναν, Ἀμύκλαν ὄνομα, καὶ Ζώπυρον παιδαγωγὸν ἴσμεν, ὧν τὸ μὲν Ἀντισθένης, τὸ δὲ Πλάτων ἱστόρηκε.

人们常说,由于苏格拉底对他的善意与关爱,他在声誉方面获益匪浅,这话诚非虚言。事实上,在与他同时代的杰出人物尼基阿斯、狄摩西尼、拉马库斯、福尔米翁、色拉叙布洛斯和塞拉麦尼斯之中,没有一人的母亲留下了名字;而对于阿尔西比亚德斯,我们甚至知道他的乳母是拉科尼亚人、名叫阿米克拉,以及他的仆从导师叫佐皮鲁斯,前者由安提斯泰尼记载,后者则由柏拉图提及。

§1.3

περὶ μὲν οὖν τοῦ κάλλους Ἀλκιβιάδου οὐδὲν ἴσως δεῖ λέγειν, πλὴν ὅτι καὶ παῖδα καὶ μειράκιον καὶ ἄνδρα πάσῃ συνανθῆσαν τῇ ἡλικίᾳ καὶ ὥρᾳ τοῦ σώματος ἐράσμιον καὶ ἡδὺν παρέσχεν.3 οὐ γάρ, ὡς Εὐριπίδης ἔλεγε, πάντων τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν, ἀλλὰ τοῦτο Ἀλκιβιάδῃ μετʼ ὀλίγων ἄλλων διʼ εὐφυΐαν καὶ ἀρετὴν σώματος ὑπῆρξε.

关于阿尔西比亚德斯的俊美,或许无需多言,只需指出这种美与他身体的每一个年龄和时期一同绽放,使他在少年、青年以及成年时都令人喜爱且富有魅力。因为并非如欧里庇得斯所说的那样,所有美好事物在其暮年也都同样美好;但这确实凭借其天赋与身体的卓越禀赋,降临在阿尔西比亚德斯以及少数其他人身上。

§1.4

τῇ δὲ φωνῇ καὶ τὴν τραυλότητα ἐμπρέψαι λέγουσι καὶ τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν ἐπιτελοῦσαν.4 μέμνηται δὲ καὶ Ἀριστοφάνης αὐτοῦ τῆς τραυλότητος ἐν οἷς ἐπισκώπτει Θέωρον· "εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας· ὁλᾷς Θέωλον; τὴν κεφαλὴν κόλακος ἔχει. ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν." καὶ Ἄρχιππος τὸν υἱὸν τοῦ Ἀλκιβιάδου σκώπτων· βαδίζει, φησί, διακεχλιδώς, θοἰμάτιον ἕλκων, ὅπως ἐμφερὴς μάλιστα τῷ πατρὶ δόξειεν εἶναι, "κλασαυχενεύεταί τε καὶ τραυλίζεται."

人们说,连他的大舌头(口齿不清)也与他的声音相得益彰,并使他的言谈具有说服力,增添了一种优雅的魅力。阿里斯托芬在嘲弄塞奥鲁斯时也提到了他的口齿不清: “接着阿尔西比亚德斯口齿不清地对我说: ‘你瞧见塞奥卢斯(Theolos)了吗?他长着一张谄媚者(colax)的脑袋。’ 阿尔西比亚德斯这话说得可真准啊,哪怕是大舌头!” 阿基普斯在嘲笑阿尔西比亚德斯的儿子时也说: 他迈着步子,他说,神态骄纵,拖曳着外衣,好让自己显得最像他的父亲, “他歪着脖子,口齿不清地说话。”

语法注4 条
  1. 1.1ἐκ Δεινομάχης γεγονὼς τῆς Μεγακλέους

    τῆς Μεγακλέους 中,在阴性冠词 τῆς 之后仅接父名属格 Μεγακλέους,省略了名词 θυγατρός(女儿),属于表示出身亲缘的固定句法(“墨伽克勒斯之女狄诺玛克所生”)。

  2. 1.2οὐδενὸς οὐδʼ ἡ μήτηρ ὀνόματος τετύχηκεν

    ὀνόματος 作动词 τετύχηκεν(源自 τυγχάνω)所要求的属格补足语。双重否定 οὐδενὸς ... οὐδʼ 起强化否定作用,意为“他们中没有任何一人的母亲获得了名字(即名字被载入史册)”。

  3. 1.3καὶ παῖδα καὶ μειράκιον καὶ ἄνδρα πάσῃ συνανθῆσαν τῇ ἡλικίᾳ καὶ ὥρᾳ τοῦ σώματος ἐράσμιον καὶ ἡδὺν παρέσχεν

    主语承前指代阿尔西比亚德斯的美貌(τὸ κάλλος),中性单数主格分词 συνανθῆσαν 与之一致。动词 παρέσχεν 的直接宾语(指他的 αὐτόν)在语境中被省略,ἐράσμιον καὶ ἡδὺν 作宾语补足语(述语性宾格)。并列的 καὶ παῖδα καὶ μειράκιον καὶ ἄνδρα 作副词性或同位语性质的宾格,指明人生各阶段(“作少年、青年和成年人时”)。

  4. 1.4τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν ἐπιτελοῦσαν

    τῷ λάλῳ 为中性化的形容词 λάλος(多言的、善谈的)作名词使用,充当与格,意为“他的言谈/谈吐”。分词短语 χάριν ἐπιτελοῦσαν 修饰不定式的主语 τὴν τραυλότητα(大舌头发音),表示“增添优雅风度,从而给言谈带来信服力”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:1.1-1.4