← 普鲁塔克

忒修斯传

§6.1-6.7

取出信物与忒修斯选择险恶陆路

埃特拉向忒修斯揭示其生父的真相与岩石下的信物,忒修斯轻而易举地举起岩石,却拒绝了母亲和外祖父乘船走安全海路的劝阻,执意取道恶徒横行的凶险陆路前往雅典。他长久以来景仰赫拉克勒斯的英勇,立志效仿其建功立业。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

τὸν μὲν οὖν ἄλλον χρόνον ἔκρυπτεν Αἴθρα τὴν ἀληθινὴν τοῦ Θησέως γένεσιν· ἦν δὲ λόγος ὑπὸ τοῦ Πιτθέως διαδοθεὶς ὡς ἐκ Ποσειδῶνος τεκνωθείη. Ποσειδῶνα γὰρ Τροιζήνιοι σέβονται διαφερόντως, καὶ θεὸς οὗτός ἐστιν αὐτοῖς πολιοῦχος, ᾧ καὶ καρπῶν ἀπάρχονται καὶ τρίαιναν ἐπίσημον ἔχουσι τοῦ νομίσματος.

在其余的时间里,埃特拉一直隐瞒着忒修斯的真正身世;皮特修斯则散布传说,称他是波塞冬所生。因为特罗曾人格外崇敬波塞冬,此神是他们的城邦守护神,他们不仅将作物的初熟之物献祭给他,还将三叉戟作为钱币上的标记。

§6.2

ἐπεὶ δὲ μειράκιον ὤν, ἅμα τῇ τοῦ σώματος ῥώμῃ διέφαινεν ἀλκὴν καὶ φρόνημα μετὰ νοῦ καὶ συνέσεως βέβαιον, οὕτως αὐτὸν ἡ Αἴθρα πρὸς τὴν πέτραν προσαγαγοῦσα, καὶ φράσασα περὶ τῆς γενέσεως τἀληθές, ἐκέλευσεν ὑφελεῖν τὰ πατρῷα σύμβολα καὶ πλεῖν εἰς Ἀθήνας.

然而,当他成为一个少年,在体魄强壮的同时,亦显露出英勇和伴随着智慧与明澈理智的坚定气魄时,埃特拉便将他带到那块岩石前,将有关他身世的真相告诉了他,并命他取走父亲的信物,航行前往雅典。

§6.3

ὁ δὲ τὴν μὲν πέτραν ὑπέδυ καὶ ῥᾳδίως ἀνέωσε, πλεῖν δὲ ἀπέγνω, καίπερ οὔσης ἀσφαλείας καὶ δεομένων τοῦ τε πάππου καὶ τῆς μητρός. χαλεπὸν γὰρ ἦν πεζῇ πορεύεσθαι τὴν εἰς Ἀθήνας ὁδόν, οὐδὲν μέρος καθαρὸν οὐδὲ ἀκίνδυνον ὑπὸ λῃστῶν καὶ κακούργων ἔχουσαν.

但他俯身在岩石之下,轻而易举地将其推开,却拒绝乘船前往,尽管走海路是安全的,且外祖父和母亲都如此恳求他。因为走陆路前往雅典旅途艰难,由于盗匪和恶棍横行,整条道路没有一处是干净或毫无危险的。

§6.4

ὁ γὰρ δὴ χρόνος ἐκεῖνος ἤνεγκεν ἀνθρώπους χειρῶν μὲν ἔργοις καὶ ποδῶν τάχεσι καὶ σωμάτων ῥώμαις, ὡς ἔοικεν, ὑπερφυεῖς καὶ ἀκαμάτους, πρὸς οὐδὲν δὲ τῇ φύσει χρωμένους ἐπιεικὲς οὐδὲ ὠφέλιμον, ἀλλʼ ὕβρει τε χαίροντας ὑπερηφάνῳ, καὶ ἀπολαύοντας τῆς δυνάμεως ὠμότητι καὶ πικρίᾳ, καὶ τῷ κρατεῖν τε καὶ βιάζεσθαι καὶ διαφθείρειν τὸ παραπῖπτον, αἰδῶ δὲ καὶ δικαιοσύνην καὶ τὸ ἴσον καὶ τὸ φιλάνθρωπον, ὡς ἀτολμίᾳ τοῦ ἀδικεῖν καὶ φόβῳ τοῦ ἀδικεῖσθαι τοὺς πολλοὺς ἐπαινοῦντας, οὐδὲν οἰομένους προσήκειν τοῖς πλέον ἔχειν δυναμένοις.1

那个时代所生养的人,在双手的力量、双足的捷敏以及体格的强悍方面,看来确是非凡且不知疲倦的,然而他们并未将这种天资运用于任何温和或有益之事,反而以傲慢的暴虐为乐,以残忍和酷毒享受其强力,并致力于压制、强暴和毁灭一切落入其手之人;至于谦逊、正义、公平与仁爱,他们认为这绝非能够占据上风之人所应有的品质,普罗大众之所以赞扬这些,无非是因不敢作恶且畏惧受害而已。

§6.5

τούτων Ἡρακλῆς τοὺς μὲν ἐξέκοπτε καὶ ἀνῄρει περιϊών, οἱ δὲ λανθάνοντες ἐκείνου παριόντος ἔπτησσον καὶ ἀνεδύοντο καὶ παρημελοῦντο ταπεινὰ πράττοντες. ἐπεὶ δὲ Ἡρακλῆς ἐχρήσατο συμφορᾷ, καὶ κτείνας Ἴφιτον εἰς Λυδίαν ἀπῆρε καὶ συχνὸν ἐκεῖ χρόνον ἐδούλευε παρʼ Ὀμφάλῃ, δίκην τοῦ φόνου ταύτην ἐπιθεὶς αὑτῷ, τότε τὰ μὲν Λυδῶν πράγματα πολλὴν ἔσχεν εἰρήνην καὶ ἄδειαν· ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις αὖθις ἐξήνθησαν αἱ κακίαι καὶ ἀνερράγησαν, οὐδενὸς πιεζοῦντος οὐδὲ κατείργοντος.

赫拉克勒斯在周游各地时剪除并消灭了其中一部分人,另一部分人在他路过时潜逃藏匿,畏缩后退,行事低调卑微因而未被追究。然而,当赫拉克勒斯遭遇不幸,并在杀害伊菲托斯之后离开前往吕底亚,在翁法勒那里做了相当长时间的奴隶时——这是他因那桩杀戮而加于自身的惩罚——吕底亚的局势得到了充分的和平与安宁;但在希腊周遭的地方,邪恶再度萌发并猖獗爆发,因为再也没有人加以镇压和约束了。

§6.6

ἦν οὖν ὀλέθριος ἡ πορεία τοῖς Ἀθήναζε πεζῇ βαδίζουσιν ἐκ Πελοποννήσου· καὶ τῶν κακούργων ἕκαστον ἐξηγούμενος Πιτθεὺς ὁποῖος εἴη καὶ ὁποῖα δρῴη περὶ τοὺς ξένους, ἔπειθε τὸν Θησέα κομίζεσθαι διὰ θαλάττης.2 τὸν δὲ πάλαι μέν, ὡς ἔοικε, λεληθότως διέκαιεν ἡ δόξα τῆς Ἡρακλέους ἀρετῆς, καὶ πλεῖστον ἐκείνου λόγον εἶχε, καὶ προθυμότατος ἀκροατὴς ἐγίνετο τῶν διηγουμένων ἐκεῖνον οἷος εἴη, μάλιστα δὲ τῶν αὐτὸν ἑωρακότων καὶ πράττοντι καὶ λέγοντι προστετυχηκότων·

因此,对于从伯罗奔尼撒步行前往雅典的人而言,这趟旅程是致命的;皮特修斯向忒修斯详述了那些恶棍中的每一个究竟是何模样、对异乡人施行过何种暴行,试图劝说他走海路。然而,忒修斯似乎早已在暗中被赫拉克勒斯武德的威名所点燃,对那位英雄推崇备至,极其热衷于倾听那些描述其人风范之人的叙述,尤其是那些亲眼见过他、在他言行举止时与其相遇之人。

§6.7

τότε δὲ παντάπασιν ἦν φανερὸς πεπονθὼς ὅπερ ὕστερον χρόνοις πολλοῖς Θεμιστοκλῆς ἔπαθε, καὶ εἶπεν ὡς καθεύδειν αὐτὸν οὐκ ἐῴη τὸ Μιλτιάδου τρόπαιον· οὕτως ἐκείνῳ τοῦ Ἡρακλέους θαυμάζοντι τὴν ἀρετήν, καὶ νύκτωρ ὄνειρος ἦσαν αἱ πράξεις, καὶ μεθʼ ἡμέραν ἐξῆγεν αὐτὸν ὁ ζῆλος καὶ ἀνηρέθιζε ταὐτὰ πράττειν διανοούμενον.

当时,显而易见,他的心境正如多年之后地米斯托克利所经历的那样——后者曾说米勒蒂亚德斯的战胜纪念碑让他无法入睡;同样地,忒修斯景仰赫拉克勒斯的德行,夜里英雄的事迹入其梦寐,白昼里那份争胜之心使他神驰,激荡着他立志去践行同样伟大的功业。

语法注2 条
  1. 6.4αἰδῶ δὲ καὶ δικαιοσύνην καὶ τὸ ἴσον καὶ τὸ φιλάνθρωπον, ὡς ἀτολμίᾳ τοῦ ἀδικεῖν καὶ φόβῳ τοῦ ἀδικεῖσθαι τοὺς πολλοὺς ἐπαινοῦντας, οὐδὲν οἰομένους προσήκειν τοῖς πλέον ἔχειν δυναμένοις.

    该长句的骨干建立在修饰前文 ἀνθρώπους 的分词 οἰομένους(认为)之上。四项宾格名词 αἰδῶ...τὸ φιλάνθρωπον(谦逊……仁爱)担任不定式 προσήκειν(属于、与……相关)的宾格主语。其间由 ὡς 引出的 τοὺς πολλοὺς ἐπαινοῦντας 则作为表示主观理由的分词短语(“认为大众之所以赞扬它们,无非是出于……”),表明那些恶徒将美德视作弱者自保的借口。

  2. 6.6ἔπειθε τὸν Θησέα κομίζεσθαι διὰ θαλάττης

    未完成过去时 ἔπειθε 在此表达“试图说服”(conative imperfect,未遂过去时)。皮特修斯极力劝说忒修斯走海路,但由于忒修斯最终拒绝采纳,该劝导并未达成预期结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:6.1-6.7