← 普鲁塔克

忒修斯传

§5.1-5.4

德尔斐的献发与剃发样式的战术意义

本段记述忒修斯成年后前往德尔斐献出前额头发的典故,并援引荷马、阿基罗库斯的诗句以及亚历山大大帝剃须的轶事,阐释该剪发样式的战术意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἔθους δὲ ὄντος ἔτι τότε τοὺς μεταβαίνοντας ἐκ παίδων ἐλθόντας εἰς Δελφοὺς ἀπάρχεσθαι τῷ θεῷ τῆς κόμης, ἦλθε μὲν εἰς Δελφοὺς ὁ Θησεύς, καὶ τόπον ἀπʼ αὐτοῦ τὴν Θησείαν ἔτι νῦν ὀνομάζεσθαι λέγουσιν, ἐκείρατο δὲ τῆς κεφαλῆς τὰ πρόσθεν μόνον,1 ὥσπερ Ὅμηρος ἔφη τοὺς Ἄβαντας· καὶ τοῦτο τῆς κουρᾶς τὸ γένος Θησηῒς ὠνομάσθη διʼ ἐκεῖνον.

当时,走出童年的青年人仍有前往德尔斐向神献上初剪头发的风俗,忒修斯也前往了德尔斐;据说当地有一处地方至今仍因他而被称为忒修斯之地。然而,他只剃去了头颅前部的头发,正如荷马所描述的阿班忒斯人那样;这种剪发式样也因他而被称作“忒修斯式”。

§5.2

οἱ δὲ Ἄβαντες ἐκείραντο πρῶτοι τὸν τρόπον τοῦτον οὐχ ὑπʼ Ἀράβων διδαχθέντες, ὡς ἔνιοι νομίζουσιν, οὐδὲ Μυσοὺς ζηλώσαντες, ἀλλʼ ὄντες πολεμικοὶ καὶ ἀγχέμαχοι, καὶ μάλιστα δὴ πάντων εἰς χεῖρας ὠθεῖσθαι τοῖς ἐναντίοις μεμαθηκότες, ὡς μαρτυρεῖ καὶ Ἀρχίλοχος ἐν τούτοις· " οὔ τοι πόλλʼ ἐπὶ τόξα τανύσσεται οὐδὲ θαμειαὶ σφενδόναι, εὖτʼ ἂν δὴ μῶλον Ἄρης συνάγῃ ἐν πεδίῳ, ξιφέων δὲ πολύστονον ἔσσεται ἔργον· ταύτης γὰρ κεῖνοι δαίμονές εἰσι μάχης2 δεσπόται Εὐβοίας δουρικλυτοί."

阿班忒斯人最早采取这种方式剪发,并非如某些人所认为的那样是受了阿拉伯人的传授,也不是效仿缪西亚人,而是因为他们好战且擅长肉搏,比任何人都更熟练于同敌人贴身肉搏,正如阿基罗库斯在以下诗句中所证实的那样: “许多弓不会被张满,也不会有密集的 投石索,每当战神阿瑞斯在原野上 汇聚起争斗的狂澜,那将是刀剑令人悲泣的劳作; 因为在这般的交锋之中,他们才是熟谙精通之人, 那些以枪矛著称的优卑亚领主。”

§5.4

ὅπως οὖν μὴ παρέχοιεν ἐκ τῶν τριχῶν ἀντίληψιν τοῖς πολεμίοις ἀπεκείραντο. τοῦτο δὲ ἀμέλει καὶ Ἀλέξανδρον τὸν Μακεδόνα ἐννοήσαντά φασι προστάξαι τοῖς στρατηγοῖς ξυρεῖν τὰ γένεια τῶν Μακεδόνων, ὡς λαβὴν ταύτην ἐν ταῖς μάχαις οὖσαν προχειροτάτην.3

因此,为了不让敌人抓住头发,他们便剃去了那部分头发。据说,马其顿的亚历山大亦深明此理,曾下令将领们剃去马其顿士兵的胡须,理由是这在战斗中乃是最现成可抓的把柄。

语法注3 条
  1. 5.1ἐκείρατο δὲ τῆς κεφαλῆς τὰ πρόσθεν μόνον

    τῆς κεφαλῆς 为部分属格,修饰充当宾语的实质化的中性复数宾格短语 τὰ πρόσθεν(“前部”),意为“仅剃去了头颅的前面部分”。

  2. 5.3ταύτης γὰρ κεῖνοι δαίμονές εἰσι μάχης

    此处的 δαίμονες 并非名词 δαίμων(“神明”),而是史诗/爱奥尼亚方言形容词 δαήμων(“熟练的、精通的”)的缩短形或变体,支配表示专业领域的属格 ταύτης... μάχης。

  3. 5.4ὡς λαβὴν ταύτην ἐν ταῖς μάχαις οὖσαν προχειροτάτην

    连词 ὡς 与分词 οὖσαν 连用,表达发令者的主观动机与理由。在句法上,ταύτην 作为分词 οὖσαν 意义上的主语(宾格),而 λαβὴν... προχειροτάτην 则充当宾格述语补足语(“因这在战斗中乃是最现成的把手”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:5.1-5.4