- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:17.1-17.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当第三批供纳少男少女的期限临近、城邦怨声载道之际,忒修斯自愿挺身随行前往克里特。他从父亲埃勾斯处获得用以指示生还的信号帆,并在萨拉米斯水手的协助下启航。
ἐπεὶ δʼ οὖν καθῆκεν ὁ χρόνος τοῦ τρίτου δασμοῦ, καὶ παρέχειν ἔδει τοὺς πατέρας ἐπὶ τὸν κλῆρον οἷς ἦσαν ἠΐθεοι παῖδες, αὖθις ἀνεφύοντο τῷ Αἰγεῖ διαβολαὶ πρὸς τοὺς πολίτας, ὀδυρομένους καὶ ἀγανακτοῦντας ὅτι πάντων αἴτιος ὢν ἐκεῖνος, οὐδὲν μέρος ἔχει τῆς κολάσεως μόνος, ἀλλʼ ἐπὶ νόθῳ καὶ ξένῳ παιδὶ τὴν ἀρχὴν πεποιημένος1 αὐτοὺς περιορᾷ γνησίων ἐρήμους καὶ ἄπαιδας ἀπολειπομένους.
当第三次纳贡的时限到来,凡有未婚子嗣的父亲都必须送他们去抽签时,公民们对埃勾斯的责难再次浮现;他们悲痛而愤慨,抱怨他虽是一切祸患的始作俑者,自己却独独无须承担任何惩罚,反倒将大权交托给一个私生且外来的儿子,任由他们失去合法的后嗣而变得孤苦无子。
ταῦτʼ ἠνία τὸν Θησέα, καὶ δικαιῶν μὴ ἀμελεῖν, ἀλλὰ κοινωνεῖν τῆς τύχης τοῖς πολίταις, ἐπέδωκεν ἑαυτὸν ἄνευ κλήρου προσελθών. καὶ τοῖς μὲν ἄλλοις τό τε φρόνημα θαυμαστὸν ἐφάνη καὶ τὸ δημοτικὸν ἠγάπησαν, ὁ δὲ Αἰγεύς, ἐπεὶ δεόμενος καὶ καθικετεύων ἀμετάπειστον ἑώρα καὶ ἀμετάτρεπτον, ἀπεκλήρωσε τοὺς ἄλλους παῖδας.
这些情形使忒修斯深感痛苦,他认为自己不应置身事外,而理当与公民们同甘共苦,于是主动站出来,未抽签便自愿献身。众人无不钦佩他的崇高气概,热爱他这种心怀民众的胸怀;但埃勾斯在哀告恳求之后,见他毫不动摇且无可劝回,便为其余的少年人抽了签。
Ἑλλάνικος δέ φησιν οὐ τοὺς λαχόντας ἀπὸ κλήρου καὶ τὰς λαχούσας ἐκπέμπειν τὴν πόλιν, αὐτὸν δὲ τὸν Μίνω παραγινόμενον ἐκλέγεσθαι καὶ τὸν Θησέα πάντων ἑλέσθαι πρῶτον ἐπὶ τοῖς ὁρισθεῖσιν· ὡρισμένον δʼ εἶναι τὴν μὲν ναῦν Ἀθηναίους παρέχειν, ἐμβάντας δὲ πλεῖν σὺν αὐτῷ τοὺς ἠϊθέους μηδὲν ὅπλον ἀρήϊον ἐπιφερομένους, ἀπολομένου δὲ τοῦ Μινωταύρου πέρας ἔχειν τὴν ποινήν.
然而赫拉尼库斯说,城邦并非送出中签的少男少女,而是米诺斯亲自前来挑选,并在事先订立的条件下在众人中最先挑中了忒修斯。这条件是:雅典人提供船只,登船的青年与他同行且不得携带任何战斗武器,而一旦米诺陶洛斯被除灭,惩罚便告终止。
πρότερον μὲν οὖν οὐδεμία σωτηρίας ἐλπὶς ὑπέκειτο· διὸ καὶ μέλαν ἱστίον ἔχουσαν, ὡς ἐπὶ συμφορᾷ προδήλῳ, τὴν ναῦν ἔπεμπον· τότε δὲ τοῦ Θησέως τὸν πατέρα θαρρύνοντος καὶ μεγαληγοροῦντος ὡς χειρώσεται τὸν Μινώταυρον, ἔδωκεν ἕτερον ἱστίον λευκὸν τῷ κυβερνήτῃ, κελεύσας ὑποστρέφοντα σωζομένου τοῦ Θησέως ἐπάρασθαι τὸ λευκόν,2 εἰ δὲ μή, τῷ μέλανι πλεῖν καὶ ἀποσημαίνειν τὸ πάθος.
在此之前,人们不抱任何获救的希望,因此遣送船只时总是悬挂黑帆,视同奔赴无可避免的灾难。但这一次,由于忒修斯激励其父,并夸口定能制服米诺陶洛斯,埃勾斯便将另一面白帆交给了舵手,吩咐他归航时若忒修斯平安生还就升起白帆,若不然,则继续以黑帆航行以宣告凶讯。
ὁ δὲ Σιμωνίδης οὐ λευκόν φησιν εἶναι τὸ δοθὲν ὑπὸ τοῦ Αἰγέως, ἀλλὰ φοινίκεον ἱστίον ὑγρῷ πεφυρμένον πρίνου ἄνθει ἐριθάλλου· καὶ τοῦτο τῆς σωτηρίας αὐτῶν ποιήσασθαι σημεῖον· ἐκυβέρνα δὲ τὴν ναῦν Ἀμαρσυάδας Φέρεκλος, ὥς φησι Σιμωνίδης.
西蒙尼德斯则说,埃勾斯所给的并非白帆,而是浸染着常青槲树繁茂鲜花的绯红之帆;并将此帆定为他们得救的征兆。据西蒙尼德斯所说,该船的舵手是阿玛耳绪阿斯之子斐瑞克洛斯。
Φιλόχορος δὲ παρὰ Σκίρου φησὶν ἐκ Σαλαμῖνος τὸν Θησέα λαβεῖν κυβερνήτην μὲν Ναυσίθοον, πρωρέα δὲ Φαίακα, μηδέπω τότε τῶν Ἀθηναίων προσεχόντων τῇ θαλάττῃ· καὶ γὰρ εἶναι τῶν ἠϊθέων ἕνα Μενέσθην Σκίρου θυγατριδοῦν. μαρτυρεῖ δὲ τούτοις ἡρῷα Ναυσιθόου καὶ Φαίακος εἱσαμένου Θησέως3 Φαληροῖ πρὸς τῷ τοῦ Σκίρου ἱερῷ, καὶ τὴν ἑορτὴν τὰ Κυβερνήσιά φασιν ἐκείνοις τελεῖσθαι.
菲洛霍鲁斯则称,由于当时雅典人尚未专注于航海事业,忒修斯是从萨拉米斯的斯基罗斯那里借调了瑙西托俄斯担任舵手、淮阿克斯担任船首瞭望员;因为被选的年轻人之一梅涅斯忒斯正是斯基罗斯的外孙。为此作证的,有忒修斯在法勒戎斯基罗斯圣所旁为瑙西托俄斯与淮阿克斯所立的英雄祠,据说那被称为“舵手节”的节庆便是为祭奠他们而举行的。
- 17.1ἐπὶ νόθῳ καὶ ξένῳ παιδὶ τὴν ἀρχὴν πεποιημένος
介词短语 ἐπί 加与格在此表示依靠、委派或交付(“掌握在……手中”),配合中动态分词 πεποιημένος,意为“将统治大权交付给一个私生且外来的儿子”,而非表示时间上的“在……之后”或利益损害的“以……为代价”。
- 17.4κελεύσας ὑποστρέφοντα σωζομένου τοῦ Θησέως ἐπάρασθαι τὸ λευκόν
分词 ὑποστρέφοντα 为宾格,作不定式 ἐπάρασθαι 的逻辑主语,承接前文以与格出现的舵手(τῷ κυβερνήτῃ)。这是由于动词 κελεύω 习惯支配宾格加不定式结构而产生的格转换(向宾格一致)。σωζομένου τοῦ Θησέως 为属格独立结构,表条件(“若忒修斯平安生还”)。
- 17.6ἡρῷα Ναυσιθόου καὶ Φαίακος εἱσαμένου Θησέως
εἱσαμένου Θησέως(动词 ἵζω/ἱδρύω 的不定过去时中动态分词,“忒修斯建立了……”)构成属格独立结构,而 ἡρῷα Ναυσιθόου καὶ Φαίακος(“瑙西托俄斯与淮阿克斯的英雄祠”)为中性复数主格,作单数主句动词 μαρτυρεῖ 的主语;分词 εἱσαμένου 以该主语为逻辑上的宾语并修饰主句动词 μαρτυρεῖ。
