← 普鲁塔克

忒修斯传

§16.1-16.3

关于朝贡童男童女结局的异说与米诺斯的恶名

菲洛霍鲁斯与亚里士多德记载了异说,认为雅典孩童并未被杀,而是被囚作赛会奖品或沦为劳役并成为博提埃亚人的祖先;接着论及拥有诗歌力量的雅典如何让米诺斯背负了残暴的恶名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

Φιλόχορος δέ φησιν οὐ ταῦτα συγχωρεῖν Κρῆτας, ἀλλὰ λέγειν ὅτι φρουρὰ μὲν ἦν ὁ Λαβύρινθος, οὐδὲν ἔχων κακὸν ἀλλʼ ἢ τὸ μὴ διαφυγεῖν1 τοὺς φυλαττομένους, ἀγῶνα δὲ ὁ Μίνως ἐπʼ Ἀνδρόγεῳ γυμνικὸν ἐποίει καὶ τοὺς παῖδας ἆθλα τοῖς νικῶσιν ἐδίδου τέως ἐν τῷ Λαβυρίνθῳ φυλαττομένους· ἐνίκα δὲ τοὺς προτέρους ἀγῶνας ὁ μέγιστον παρʼ αὐτῷ δυνάμενος τότε καὶ στρατηγῶν, ὄνομα Ταῦρος, ἀνὴρ οὐκ ἐπιεικὴς καὶ ἥμερος τὸν τρόπον, ἀλλὰ καὶ τοῖς παισὶ τῶν Ἀθηναίων ὑπερηφάνως καὶ χαλεπῶς προσφερόμενος.

然而菲洛霍鲁斯说,克里特人并不承认这些说法,而是声称迷宫只是一座卫所牢狱,除了使被看守者无法逃脱之外并无其他祸害;米诺斯为纪念安德洛革俄斯而举办竞技赛会,并将此前一直被关押在迷宫里的孩童作为奖品赐予优胜者。而在早先的比赛中获胜的是当时在米诺斯手下最具权势的将领,名叫陶洛斯;此人性情既非宽厚,亦欠温和,且对待雅典的孩童极其傲慢严苛。

§16.2

Ἀριστοτέλης δὲ καὶ αὐτὸς ἐν τῇ Βοττιαίων πολιτείᾳ δῆλός ἐστιν οὐ νομίζων2 ἀναιρεῖσθαι τοὺς παῖδας ὑπὸ τοῦ Μίνω, ἀλλὰ θητεύοντας ἐν τῇ Κρήτῃ καταγηράσκειν· καί ποτε Κρῆτας εὐχὴν παλαιὰν ἀποδιδόντας ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστέλλειν, τοῖς δὲ πεμπομένοις ἀναμιχθέντας ἐκγόνους ἐκείνων συνεξελθεῖν· ὡς δὲ οὐκ ἦσαν ἱκανοὶ τρέφειν ἑαυτοὺς αὐτόθι, πρῶτον μὲν εἰς Ἰταλίαν διαπερᾶσαι κἀκεῖ κατοικεῖν περὶ τὴν Ἰαπυγίαν, ἐκεῖθεν δὲ αὖθις εἰς Θρᾴκην κομισθῆναι καὶ κληθῆναι Βοττιαίους· διὸ τὰς κόρας τῶν Βοττιαίων θυσίαν τινὰ τελούσας ἐπᾴδειν· ἴωμεν εἰς Ἀθήνας. ἔοικε γὰρ ὄντως χαλεπὸν εἶναι φωνὴν ἐχούσῃ πόλει καὶ μοῦσαν ἀπεχθάνεσθαι.3

亚里士多德本人在《博提埃亚政制》中也显然认为这些孩童并未被米诺斯处死,而是在克里特服劳役至老;后来克里特人为了履行古老的还愿誓约而将人类的“初熟之物”遣送往德尔斐时,那些孩童的后代便混入被派遣的人群中一同离去。由于他们在当地无法自谋生计,便先渡海前往意大利,定居于亚庇吉亚一带,复又从该处迁往色雷斯,被称为博提埃亚人;正因如此,博提埃亚的少女们在举行某项祭祀时总会唱道: “让我们前往雅典吧。” 事实上,招致一个拥有发声力量与诗艺女神(缪斯)的城邦的仇恨,确实是一件极为凶险的事。

§16.3

καὶ γὰρ ὁ Μίνως ἀεὶ διετέλει κακῶς ἀκούων καὶ λοιδορούμενος ἐν τοῖς Ἀττικοῖς θεάτροις, καὶ οὔτε Ἡσίοδος αὐτὸν ὤνησε βασιλεύτατον οὔτε Ὅμηρος ὀαριστὴν Διὸς προσαγορεύσας, ἀλλʼ ἐπικρατήσαντες οἱ τραγικοὶ πολλὴν ἀπὸ τοῦ λογείου καὶ τῆς σκηνῆς ἀδοξίαν αὐτοῦ κατεσκέδασαν ὡς χαλεποῦ καὶ βιαίου γενομένου. καίτοι φασὶ τὸν μὲν Μίνω βασιλέα καὶ νομοθέτην, δικαστὴν δὲ τὸν Ῥαδάμανθυν εἶναι καὶ φύλακα τῶν ὡρισμένων ὑπʼ ἐκείνου δικαίων.

米诺斯便一直在阿提卡的剧场中饱受恶评与斥责,无论赫西俄德称其为“最具王者气概者”,抑或荷马称其为“宙斯的知己密友”,都没能对他有所助益;悲剧诗人们占据了上风,从讲坛与舞台上将大量的恶名倾泻在他身上,将他描绘成一个严苛残暴之人。尽管人们常说,米诺斯实为国王与立法者,而拉达曼梯斯则是审判官以及米诺斯所定公义律法的捍卫者。

语法注3 条
  1. 16.1ἀλλʼ ἢ τὸ μὴ διαφυγεῖν

    固定习语 ἀλλʼ ἤ(“除……之外”)后接带冠词不定式 τὸ μὴ διαφυγεῖν,对前文的 οὐδὲν κακόν 起到限定和同格说明的作用,意为“除了被看守者无法逃脱之外(并无其他祸害)”。否定词 μή 是不定式的标准否定形式。

  2. 16.2δῆλός ἐστιν οὐ νομίζων

    形容词 δῆλος 搭配分词 νομίζων 构成的希腊语特征性人称结构(personal construction),语义上相当于非人称句“显而易见,亚里士多德本人也不认为……”。分词 νομίζων 统领其后的宾格加不定式结构(ἀναιρεῖσθαι... ἀλλὰ καταγηράσκειν)。

  3. 16.2φωνὴν ἐχούσῃ πόλει καὶ μοῦσαν ἀπεχθάνεσθαι

    该不定式短语作非人称表达 ἔοικε [χαλεπὸν εἶναι] 的逻辑主语。动词 ἀπεχθάνομαι(“招致……的憎恨”)支配与格,因而以与格短语 φωνὴν ἐχούσῃ πόλει καὶ μοῦσαν(“拥有发声能力与缪斯/诗艺的城邦”)为其支配对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:16.1-16.3