- 底本
- Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:329-405
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
安德洛玛刻理智地警告梅涅拉俄斯,若她或孩子被杀,将会招致涅俄普托勒摩斯的愤怒,并给梅涅拉俄斯家门带来耻辱。梅涅拉俄斯则坚称保护女儿的婚姻重于一切,并向安德洛玛刻提出要么自尽要么孩子被杀的残酷抉择,安德洛玛刻随之哀叹自己悲惨的命运。
οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.1
因此,我不认为你配得上特洛伊,也不认为特洛伊再配得上你。
Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
梅涅拉俄斯,来吧,让我们把话说明白:
τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·2
对你的女儿而言,我已经死了,她毁灭了我;
μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.
她再也无法逃脱杀人的污名。
ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ
而在大众面前,你也将为这场
φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος.
谋杀而受审;因为共同作案的责任会强迫你这么做。
ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
但如果我真的逃过了死亡,
τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
你们就要杀死我的孩子吗?那么,身为父亲,
τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
在孩子死后又怎能轻易忍受?
οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·
特洛伊并不会称他为如此懦夫;
ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια
他自会去他该去的地方——因为他将被看到做出配得上佩琉斯
πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται—
以及父亲阿喀琉斯的壮举——
ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς
他会把你的女儿赶出家门。而当你把她嫁给
ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
另一个人时,你会说什么?是说她因贞洁而
φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται.
逃离了一个坏丈夫吗?但人们会查明真相。
γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις
谁还会娶她?还是你要让她在无夫的房中,
χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
守寡到白头?噢,可怜的人哪,
κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
你难道看不见这排山倒海般袭来的重重灾祸吗?
πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην
对于你受了委屈的女儿,你宁愿为她寻得多少次婚配,
βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;3
也不愿让她遭受我所说的那种境遇?
οὐ χρὴ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
不应为微不足道的小事而酿成滔天大祸,
οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
即使我们女人是毁灭性的祸害,
ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
男人也不该在天性上与女人同流合污。
ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
因为如果我们真的给你的女儿下毒,
καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,
并且堕了她的胎,正如她自己所说,
ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
我们是自愿而非被迫,且不向
πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
祭坛屈服,我们自己会在你女婿
ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
的面前接受审判,因为我使他无子,
βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν.
欠了他同样巨大的损失。
ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς—
我们便是如此;但至于你的心意——
ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν
我最怕你的一点是:仅仅因为女人间的争风吃醋,
καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.
你连那不幸的弗里吉亚城邦也给毁灭了。
ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
作为女人,你对男人说得太多了,
καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.4
你心中的节制已经射出了过头的箭。
γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας
女人,这些都是小事,正如你所说,
οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος.
配不上我的君权,也配不上希腊。
εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων,
但你要深知,无论一个人恰好需要什么,
τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
这对他而言,都比攻下特洛伊还要重大。
κἀγὼ θυγατρί—μεγάλα γὰρ κρίνω τάδε,
因此,我也为了我的女儿——因为我认为这是极大的事,
λέχους στέρεσθαι—σύμμαχος καθίσταμαι.
也就是被剥夺婚姻的床榻——而站出来做她的盟友。
τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή,
因为其他种种苦难对女人来说皆属次要,
ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου.
但若失去了丈夫,她便失去了整个人生。
δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
而且,他理应统治我的奴隶,
καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός·
我的奴隶也统治他的奴隶,甚至我们彼此也当如此;
φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
因为对于真正交好的朋友,没有任何东西是私有的,
ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα.
所有的财富都是共有的。
μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
在等待缺席之人归来的同时,如果我不将自己的事务
τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
处理妥当,我便是无能且愚蠢。
ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς·
所以,赶快离开这位女神的神殿吧;
ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον,
因为,如果你死,这孩子便能免于一死,
σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.
如果你不愿死,我就杀了他。
δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον.
两人之中,必有一人要离开人世。
οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι
哀哉!你摆在我面前的是何等痛苦的命运抓阄与选择!
βίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλία
就算我抽中也是悲惨,
καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.
就算没抽中,我同样落得不幸。
ὦ μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,
噢,你这因微不足道的原因而大动干戈的人,
πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν
听我劝吧。你为什么要杀我?为了什么?我背叛了
προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;
哪座城邦?我又杀害了你的哪个孩子?
ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳ
我烧了哪座房子?我是被迫
σὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς,
与主人同床的。那么,你居然要杀我,而不去杀他——
τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς
这个一切罪魁祸首的人,反而撇开起因,
πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;5
冲着那作为后果的结局而去吗?
οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς,
哀哉这重重苦难!噢,我那不幸的祖国,
ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν
我遭受了何等可怕的境遇!为什么我偏偏要生育孩子,
ἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν;
在这重担之上又增加一份,成为双重的重担?
ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους
我曾目睹赫克托耳被战车拖曳的惨死,
κατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον,
凄惨地看着伊利翁被烈火吞噬,
αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβην
而我自己也作为奴隶登上了阿耳戈斯人的船只,
κόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμην
被人揪着头发;当我抵达
Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.
弗提亚时,竟嫁给了杀害赫克托耳的仇人。
τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;
那么,活着于我何乐之有?我该指望什么?
πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;
指望当下的命运,还是过去的命运?
- 329οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
此句为省略句,须补充前一句(第328行)的动词 οὐκ ἀξιῶ(我不认为……配得上)来理解。由此构成两个平行的宾格与属格搭配:σὲ Τροίας(以你为宾格,特洛伊为属格)与 σοῦ Τροίαν(以特洛伊为宾格,你为属格),意为“我不认为你配得上特洛伊,也不认为特洛伊配得上你”。
- 334τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·
τῇ σῇ θυγατρὶ 是伴随现在完成时动词 τέθνηκα(我已死)的利益与格或施事与格。意为“对你的女儿而言,我已经死了”或“因为你的女儿,我死去了”。
- 350πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην / βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;
在由 ἢ(比……更)引导的比较结构中,不定式 παθεῖν(遭受)的逻辑主语是 θυγατέρα(女儿)。整句意为:“比起让你受委屈的女儿遭受我所说的那些境遇(指被驱逐和离婚),你更希望为她寻得多少次新婚配(即你绝不会希望她沦落至此)?”
- 365καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.
动词 ἐξετόξευσεν(字面意为“射出”)在此处以 τὸ σῶφρον(节制)为主语。可以作不及物动词理解为“你的节制已射出了界(即言语过头)”,或作及物动词理解为“你心中的节制已经把箭射尽”。
- 392τὴν ἀρχὴν ἀφεὶς / πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;
此处将 τὴν ἀρχήν(起因/开始,指涅俄普托勒摩斯)与 τὴν τελευτήν(后果/结局,指安德洛玛刻)进行对比。动词 φέρῃ 为中动相,意为“你奔向”或“你针对”,用以指责梅涅拉俄斯本末倒置的行为。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
