- 底本
- Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:241-328
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
赫尔弥奥妮与安德洛玛刻的紧张辩论仍在继续,歌队歌唱了帕里斯评判带来的悲剧,随后梅涅拉俄斯带着安德洛玛刻的孩子作为人质登场,逼迫她离开神殿。
τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
什么?难道这在任何地方不都是女人们的首要大事吗?
καλῶς γε χρωμέναισιν·1 εἰ δὲ μή, οὐ καλά.
对于那些正确对待它的人来说确实如此;但若非如此,便不是好事。
οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
我们并非生活在蛮族法律治理的城邦中。
κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει.
可耻的事,无论在那里还是在这里,都会带来耻辱。
σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ.
聪明,你可真聪明;但你还是必须死。
ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον;
你难道没看见忒提斯的像正盯着你吗?
μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.
是啊,因为阿喀琉斯之死,她正憎恨着你的祖国呢。
Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή.
是海伦害死了他,不是我,就是你的母亲。
ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
你难道还要进一步触碰我的创伤吗?
ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
瞧,我沉默了,我闭上嘴。
ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην.
说那件让我来这里的事吧。
λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.
我说你并没有拥有你应该拥有的理智。
λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
你会离开这位海洋女神的神圣领地吗?
εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.
除非我死;若非如此,我绝不离开。
ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.
这已成定局,我不会等待丈夫归来。
ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν2 ἐκδώσω μέ σοι.
然而在丈夫回来前,我也绝不会向你屈服。
πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι—
我要用火来烧你,绝不在意你的处境——
σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.
那就烧吧;神明会知晓这一切的。
καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
还要让你的肉体遭受可怕伤口的痛楚。
σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.
杀了我吧,用鲜血染红女神的祭坛,她会向你追讨这笔债。
ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
噢,你这蛮族的蛮种,顽固厚颜之徒,
ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδρας
你真的能忍受死亡吗?但我很快就会让你
ἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα·
心甘情愿地从这个座位上站起来;
τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους
我手里有对付你的诱饵。不过,言语
κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα.
我就先隐瞒起来,行动本身很快就会显明。
κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοι
你就安稳地坐着吧;因为即使熔化的铅将你
τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ
层层围住,我也定会让你站起来,
πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν.
在那个你所信赖的阿喀琉斯之子到来之前。
πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων
我相信他。神明为凡人创制了
ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα·
克制猛兽毒虫的药方,这固然神奇;然而,
ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω,
那超越了蝮蛇与烈火的恶毒,
οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω
至今还没有人能发明出治愈恶毒妇人的药方;
κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.
我们对人类来说,竟是如此巨大的祸害。
Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν
这确是大苦难的开端,当那迈亚
ἐς νάπαν ἦλθ’ ὁ Μαί-
与宙斯的独子来到
ας τε καὶ Διὸς τόκος,
伊达的山谷,
τρίπωλον ἅρμα δαιμόνων
引领着三位女神
ἄγων τὸ καλλιζυγές,
那配有美丽挽具的战车,
ἔριδι στυγερᾷ κεκορυθμένον3 εὐμορφίας
因美貌的憎恶纷争而全副武装,
σταθμοὺς ἐπὶ βούτα,
朝向牧牛人的棚舍,
βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν
朝向那过着独居生活的年轻牧人,
ἔρημόν θ’
以及那荒僻的
ἑστιοῦχον αὐλάν.
家宅院落。
ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
她们一来到林木茂密的谷地,便在山中
πιδάκων νίψαν αἰ-
泉水的闪耀清流中
γλᾶντα σώματα ῥοαῖς,
洗净她们光彩夺目的身体,
ἔβαν δὲ Πριαμίδαν ὑπερ-
然后她们走向普里阿摩斯之子,用尽
βολαῖς λόγων δυσφρόνων
互相竞争的怨毒言词,
παραβαλλόμεναι, δολίοις δ’ ἕλε4 Κύπρις λόγοις,
互相比拼;而塞浦路斯女神以欺骗的言语胜出,
τερπνοῖς μὲν ἀκοῦσαι,
听来虽悦耳,
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
却给不幸的弗里吉亚人的城邦
ταλαίνᾳ
和特洛伊的城堡
περγάμοις τε Τροίας.
带来了生活毁灭的苦果。
ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν5 κακὸνἁ τεκοῦσά νιν
但愿生下他的母亲,在他在
πρὶν Ἰδαῖ-ον κατοικίσαι λέπας·
伊达山麓定居之前,就把这祸害抛诸脑后;
ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ
当在神圣的月桂树旁,
βόασε Κασάνδρα κτανεῖν,
卡珊德拉曾大声疾呼要杀死他,
μεγάλαν Πριάμου πόλεως λώβαν.τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
视其为普里阿摩斯城邦的巨大灾星。
δαμογερόν-των βρέφος φονεύειν;
她没去找过谁,又没向哪一位长老哀求过,要杀死这个婴孩?
οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε
那么伊利翁的妇女们既不会套上奴役的
δούλιον, σύ τ’ ἂν γύναι,τυράννων
轭,而你,女人啊,
ἔσχες ἂν δόμων ἕδρας·
也本可保有统治者殿宇的宝座;
παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺςμόχθους οὓς ἀμφὶ Τροίαν
这也本能免除希腊人痛苦的
δεκέτεις ἀλάληντο νέοι λόγχαις.
劳役,那些青年人手持长矛在特洛伊周围徘徊十年的痛苦折磨。
λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο,καὶ τεκέων
床榻也绝不至于空虚荒凉,
ὀρφανοὶ γέροντες.
老人们也不会失去子女、孤苦伶仃。
ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους
我带回了你的孩子,你背着我的女儿
λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
偷偷地把他藏到别的人家去。
σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,
你曾自夸这尊女神的木雕能救你,
τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης
而藏匿他的人能救他;但你却被发现
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω,6 γύναι.
女人啊,其实你远不如我梅涅拉俄斯聪明。
κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον,
如果你不离开并空出这片圣地,
ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
这孩子就将代替你被屠杀。
ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
因此,你好好权衡一下:你是想自己死,
ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
还是让这孩子为你对我和我女儿
ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.
所犯下的罪过付出生命代价。
ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
噢,名声啊名声!你让无数本是微不足道的
οὐδὲν γεγῶσι7 βίοτον ὤγκωσας μέγαν.
凡夫俗子,膨胀出了伟大的生涯。
εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο,
那些因真才实学而获得美名的人,
εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν
我视他们为幸福;至于那些靠虚假成名的人,我不认为
οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.
他们配拥有它,不过是凭运气显得聪明罢了。
σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
你当年率领着希腊的精锐之师,
Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
从普里阿摩斯手中夺取了特洛伊,自己竟是如此卑劣之人吗?
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
竟因为一个小女孩的一番话,
τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
就如此大动干戈,竟与一个不幸的
δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
奴隶女人展开争斗?我不认为你配
- 242aχρωμέναισιν
与前一行中的女性与格复数名词 γυναιξί(对于女人们)相一致的现在分词与格形式,起到条件状语的作用,意为“(若是)正确使用的话”。
- 256πρόσθεν
用作副词,意为“在此之前”或“在丈夫归来前”,强调安德洛玛刻坚定的决心。
- 279κεκορυθμένον
动词 κορύσσω(装备、武装)的完成被动分词中性单数,修饰第 277 行的 ἅρμα(战车),比喻性地描述战车因美貌的竞争而“武装起来”。
- 289ἕλε
动词 αἱρέω 的第三人称单数不定过去时(因诗歌方言而无增音),在此意为用欺骗的言词“俘获了(心)”或“取得了胜利”。
- 293εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν
语气词 εἴθε 与不定过去时直陈语气连用,表示过去未实现的愿望(虚拟语气),叹息帕里斯的母亲赫卡柏若能在其出生前将其抛弃就好了。
- 313τοῦδε Μενέλεω
属于伴随比较级 ἧσσον(更少、更劣)的比较属格,使用了雅典第二变格的属格词尾 -ω。
- 320οὐδὲν γεγῶσι
动词 γίγνομαι 的缩略完成分词与格复数形式,与 οὐδέν 连用,习惯性地指代“本无一物之人”即“微不足道的凡夫俗子”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
