- 底本
- Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:808-888
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
使者向阿尔克墨涅汇报了雅典军队与阿尔戈斯军队之间的惨烈交战,以及约拉欧斯蒙神恩重获青春并生擒敌将欧律斯修斯的奇迹。阿尔克墨涅向宙斯致谢并为孩子们重获自由而欣喜,同时询问使者为何约拉欧斯没有当场处死欧律斯修斯。
μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
[使者] “你我单挑决战,要么你杀了我,把赫拉克勒斯的子嗣
τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
带走;要么你战死,让我重获
τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.
父辈的荣耀,并保有我们的家园。”
στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων
全军齐声喝彩,赞许他的话语
καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.1
说得极为得体,既能免除劳苦,又显其英勇。
ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
然而,他(欧律斯修斯)既不因听到这些话的众人而感到羞愧,
οὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
也不因自己身为将军的怯懦而羞耻,
ἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός,
竟不敢走近那英勇的长枪,
ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς
反倒极其卑劣。可就是这样一个卑劣之人,
τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.
先前竟企图来奴役赫拉克勒斯的首领子孙。
Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·
于是许罗斯便退回到了自己的阵列中。
μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδος
而预言者们,既然知道通过一盾之决的
διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,
单挑和解无法实现,
ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσαν
便屠宰祭牲,毫不耽搁,立刻让
λαιμῶν βροτείων εὐθὺς οὔριον φόνον.
鲜血从人类的喉咙中喷涌而出,以求吉兆。
οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδων
有的人登上战车,有的人在盾牌下
πλευροῖς ἔκρυπτον πλεύρʼ· Ἀθηναίων δʼ ἄναξ
用自己的肋侧紧贴彼此的肋侧。雅典之王
στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ·
向军队发出了符合高贵者身份的号令:
Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ
“同胞们,为了养育我们的土地
καὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών.
和生育我们的母亲,现在是每个人挺身而出守护她们的时候了!”
ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλειν
而另一方,他也恳求阿尔戈斯人不要蒙羞,
καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.
并向同盟者迈锡尼的军队求助。
ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇ
当第勒尼安的军号
σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,
吹响了高亢的战斗号角,双方展开激战时,
πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,
你道那盾牌相撞的轰鸣声有多么震天,
πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ;
你道那痛苦的呻吟与战吼交织在一起有多么凄惨?
τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
起初,阿尔戈斯人长枪的长驱直入
ἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν.
击碎了我们的防线,但随后他们又退了回去。
τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,
接着双方交错对峙,足履相接,
ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·
人与人肉搏相向,战斗进行得异常艰苦。
πολλοὶ δʼ ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος·2
许多人纷纷倒下。当时军中回荡着激励的呼喊:
Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην3
“噢,阿提卡的农夫们!”“噢,在阿尔戈斯的土地上
σπείροντες — οὐκ ἀρήξετʼ αἰσχύνην πόλει;
播种的人们!难道你们不为城邦洗刷耻辱吗?”
μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
我们拼尽全力,历经艰辛,
ἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ.
终于迫使阿尔戈斯人的枪矛溃败逃散。
κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον
这时,老人家约拉欧斯看到许罗斯
ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
正欲乘胜追击,便伸出右手,恳求他
Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.
让自己登上战车。
λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
他用双手夺过缰绳,紧追欧律斯修斯的
πώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύων
骏马。从此以后的事情,我是听
λέγοιμʼ ἂν ἄλλων,4 δεῦρο δʼ αὐτὸς εἰσιδών.
别人说的,而在此之前的事情,则是我亲眼所见。
Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
当越过帕勒涅庄严的山丘、
δίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως,
那神圣的雅典娜之地时,他看见了欧律斯修斯的战车,
ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαν
便向赫柏和宙斯祈祷,愿自己能重获
νέος γενέσθαι κἀποτείσασθαι δίκην
一日的青春,并向仇敌
ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.
施以应有的惩罚。现在,请听这一桩奇迹吧。
δισσὼ γὰρ ἀστέρʼ5 ἱππικοῖς ἐπὶ ζυγοῖς
两颗星辰停留在马匹的轭上,
σταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·
将战车笼罩在一片阴暗的云雾之中。
σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροι
智者们说,那正是你的儿子
Ἥβην θʼ· ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέων
和赫柏。而他从那阴郁昏暗之中,
βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
展现出了他那年轻双臂的健美身姿。
αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως
声名显赫的约拉欧斯在斯喀戎岩石附近
τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,
截获了欧律斯修斯的四马战车,
δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον
并将他的双手反绑,作为最精美的
κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
战利品,将这位昔日尊贵无比的
τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ
统帅押解而来。而他如今的境遇,
βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
向所有的凡人昭示了一个显而易见的道理:
τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν
在看清一个人的结局(直到他死去)之前,
θανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.
绝不可羡慕那看似幸福的人,因为命运是何等转瞬即逝。
ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
[阿尔克墨涅] 噢,克敌制胜的宙斯啊,如今我终于
ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.
得见这摆脱了可怕恐惧的自由之日。
ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,
噢,宙斯啊,尽管你过了许久才眷顾我的苦难,
χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω·
但我依然为这一切的结局向你表示感谢。
καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ
先前我绝不相信我的儿子
θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.
已位列仙班,与神明为伍,而如今我已看得明明白白。
ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
孩子们,现在,就在现在,你们彻底摆脱了苦难,
ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
也摆脱了那个注定落得悲惨下场的
Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς
欧律斯修斯;你们将重见父亲的城邦,
ὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸς
继承应得的土地,
καὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοι
并向父辈的神明献祭,而先前你们被剥夺了这些,
ξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον.
像流亡者一样过着悲惨漂泊的生活。
ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
然而,约拉欧斯究竟隐藏着什么巧妙的心思,
Εὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν;
竟然饶了欧律斯修斯一命而不杀他?
λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,
请告诉我;因为在我们看来,
ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.
擒获仇敌却不施以应有的惩罚,这并非明智之举。
τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
[使者] 这是为了顾及您的心愿,好让您亲眼看见他
κρατοῦντα6 καὶ σῇ δεσποτούμενον χερί.
被生擒,并听凭您的发落。
οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίαν
当然,这绝非出于他自愿,而是被强行
ἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο
套上了屈服的枷锁。因为他绝不愿意
ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.
活着见到您的面,并接受惩罚。
ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
但是,老夫人,请保重,并请记住我的……
- 811ἔς τʼ ἀπαλλαγὰς πόνων / καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.
由动词 ἐπῄνεσεν(赞许、喝彩)支配并列。短语 ἔς τε... ἔς τε... 表示“在……方面”,将宾格不定式短语 καλῶς λελέχθαι μῦθον(话语说得得体)与宾格名词 εὐψυχίαν(勇气)并列,皆作为赞许的方面。
- 838ἦν δὲ τοῦ κελεύματος
动词 ἦν 之后的成分属格结构。可理解为“有(以下这样)呼喊声(的一部分)”,表明接下来的诗行是战场上回荡的呼喊声的例证。
- 839Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην
Ὦ τὰς Ἀθήνας 中省略了宾格分词(如“居住”或“耕种”),与并列句 Ὦ τὸν Ἀργείων γύην σπείροντες(噢,在阿尔戈斯的土地上播种的人们)相对应。这对比了雅典和阿尔戈斯双方领袖对各自军队的鼓舞呼喊。
- 847τἀπὸ τοῦδʼ ἤδη κλύων / λέγοιμʼ ἂν ἄλλων
结构为:“从此以后的事情(τἀπὸ τοῦδʼ),听他人说(κλύων ἄλλων),我便道来(λέγοιμʼ ἂν)”。使者在此明确区分了自己的亲眼见证(δεῦρο δʼ αὐτὸς εἰσιδών)与他人的传闻。λέγοιμʼ ἂν 是带有 ἄν 的潜在希求法。
- 854δισσὼ γὰρ ἀστέρʼ
δισσὼ ... ἀστέρʼ ... σταθέντʼ(第855行)均为双数形(dual),特指赫拉克勒斯与赫柏这两个神圣人物。
- 884κρατοῦντα
动词 κρατέω(统治、征服)的现在分词主动式,但在此处与并列的被动式分词 δεσποτούμενον(被支配、听凭发落)呼应,应理解为被动含义(“被征服、被生擒”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
