← 欧里庇得斯

赫拉克勒斯的儿女

§643-717

阿尔克墨涅的喜悦与约拉欧斯出征的决意

阿尔克墨涅为赫罗斯到来的消息感到欣喜,但当年迈的约拉欧斯决定亲自前往战场时,侍从、歌队和阿尔克墨涅都拼命劝阻他。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
643

ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους.

[约拉欧斯] 出来吧,听听这人带来的最令人高兴的消息。

πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένωνψυχὴν ἐτήκου1 νόστος εἰ γενήσεται.

因为你长期为那些到达的人而担忧, 在焦虑中损耗着你的心灵,不知归乡能否实现。

τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγοςἸόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼνκῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε,οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ.

[阿尔克墨涅] 约拉欧斯,为什么整个屋子都充满了这般呼喊? 难道又是来自阿尔戈斯的使者在向你施加暴力? 我的力量固然微弱,但是,异邦人,你应当知道这点, 只要我活着,你绝不能把他们带走。

ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼμήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί,δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.

否则,我便不配再被称为他的母亲; 如果你敢下手触碰他们, 你将对付两个老人,这场战斗可不会让你体面。

θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθενκῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.

[侍从] 放心吧,老妇人,不要害怕。并不是从阿尔戈斯 来了带着敌意之词的使者。

τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;

[阿尔克墨涅] 那么你为何发出这令人恐惧的呼喊?

σέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας.

[侍从] 为了让你走到这座神殿的前面来。

οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθʼ ὅδε;

[阿尔克墨涅] 我们不知道这些事。那么,这人是谁?

ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.

[约拉欧斯] 他带来消息说,你的孙子已经到了。

660

ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδαποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰσὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα;

[阿尔克墨涅] 愿你也因这好消息而平安。 然而,既然他已踏上这片土地, 为什么现在他不在这里?是什么灾难阻止了他 与你一同现身来取悦我的心?

στρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων.

[侍从] 他正驻扎并整顿他带来的军队。

665

τοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή.

[阿尔克墨涅] 那件事已经不再与我们有关了。

μέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε.

[约拉欧斯] 这与我们有关;打听这些事是我们的职责。

τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;

[侍从] 那么,在所发生的事情中,你想了解什么?

πόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων;

[约拉欧斯] 他带来了多少盟友?

πολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι.

[侍从] 很多;但我无法告诉你另一个具体的数字。

670

ἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι;

[约拉欧斯] 我想,雅典的领袖们知道这些吧?

ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας.

[侍从] 他们知道;左翼已经部署完毕。

ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;

[约拉欧斯] 军队是否已经武装好,准备投入战斗?

καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.

[侍从] 是用,牺牲兽已经被引到了远离队列的地方。

πόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ;

[约拉欧斯] 阿尔戈斯的军队离我们有多远?

675

ὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.

[侍从] 已经能清清楚楚地看到他们的将领了。

τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;

[约拉欧斯] 他在做什么?难道在整顿敌人的队列?

ᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν.

[侍从] 我们是这样推测的,因为听不清楚声音。

ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέροςοὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.

[约拉欧斯] 但我要去;就我而言,我不愿 留下我的主人们毫无防备地去面对敌人。

680

κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.

[侍从] 我也与你同去;因为我们的想法是一样的, 看来我们都希望通过在场来帮助朋友。

ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.2

[侍从] 这种愚蠢的话,最不适合由您说出口。

καὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις.

[约拉欧斯] 难道为了朋友而不参加英勇的战斗吗?

οὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.

[侍从] 不动手的双手,是不会留下看得见的伤痕的。

685

τί δʼ; οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος;

[约拉欧斯] 什么?难道我持盾就使不上力气了吗?

σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.

[侍从] 您或许使得出力,但在那之前您自己会先倒下。

οὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται.

[约拉欧斯] 敌人谁也受不了看着我。

οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν.

[侍从] 朋友啊,您已经没有以前的那种力量了。

ἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι.

[约拉欧斯] 但无论如何,我们要和人数不少的敌人战斗。

690

σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.

[侍从] 您的那点微弱力量,对朋友来说不过是天秤上的微小砝码。

μή τοί μʼ ἔρυκε δρᾶν παρεσκευασμένον.

[约拉欧斯] 别拦着已经做好准备的我。

δρᾶν μὲν σύ γʼ οὐχ οἷός τε, βούλεσθαι δʼ ἴσως.

[侍从] 您无法做到,尽管您也许这样渴望。

ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα.3

[约拉欧斯] 既然我无意留下,你就跟我说些别的吧。

πῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ;

[侍从] 那么,没有盔甲,您如何出现在重装步兵面前?

695

ἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα,τοῖς δʼ οὖσι χρησόμεσθα· κἀποδώσομενζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός.

[约拉欧斯] 屋里有作为战利品的武具; 我们将使用现有的。如果我们活着, 就归还它们,如果死了,神也不会索要。

ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼνἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.

去,进到屋里,把重装步兵的武具从挂钩上取下来, 尽可能快地拿给我。

700

αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.

因为这是可耻的留守, 一些人去战斗,而另一些人因懦弱而留在这里。

λῆμα μὲν οὔπω στόρνυσι χρόνοςτὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον.τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν;χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπωςἥβην κτήσῃ πάλιν αὖθις.

[歌队] 时间还没有挫败你的志气, 它依然年轻,尽管你的身体已经衰退。 你为什么要徒劳地去做那些会伤害你、 却对我们的城邦几乎毫无益处的事? 你必须认清自己的年龄, 放手那些不可能的事;你绝不可能 再次获得青春。

τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢνλιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς;

[阿尔克墨涅] 这是怎么回事?你疯了吗,想要 把我孤零零地和我的孩子们留在这里?

ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.

[约拉欧斯] 战斗是男人的事;而你应当照料这些人。

τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;

[阿尔克墨涅] 什么?如果你死了,我该如何得救?

παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.

[约拉欧斯] 你的孙子会照料留下的孩子。

ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;

[阿尔克墨涅] 但如果他们遭遇了不幸呢?愿这不要发生。

715

οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.

[约拉欧斯] 这些异邦人不会背叛你,别害怕。

τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.

[阿尔克墨涅] 确实,这就是你的信心,而我一无所有。

καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.

[约拉欧斯] 我知道,宙斯也在关怀你的苦难。

语法注3 条
  1. 644ὠδίνουσα τῶν ἀφιγμένων / ψυχὴν ἐτήκου

    分词 ὠδίνουσα(“痛苦、担忧”)支配属格 τῶν ἀφιγμένων(“已到达的人”)。它与接下来的 ψυχὴν ἐτήκου(“使灵魂消融、损耗心灵”)相结合,生动地表现了阿尔克墨涅因极度担忧赫拉克勒斯的孩子们而遭受的精神消耗。

  2. 682ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.

    这段单行对白(stichomythia)的话者分配存在争议,但最连贯的理解是,侍从针对年迈的约拉欧斯决意前往战场的鲁莽宣言进行劝诫,意为“说出如此愚蠢的话,最不适合您”(πρὸς σοῦ 表示某人的特征)。

  3. 693ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα.

    表示主观前提的连词 ὡς 与将来分词 μενοῦντα(宾格,指代约拉欧斯本人)相结合,意为“在假定我绝不会留下的前提下,你可以谈谈别的事”。这强调了约拉欧斯坚决前往战场的决心。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:643-717