← 欧里庇得斯

独眼巨人

§625-709

刺瞎独眼巨人与奥德修斯的逃脱

奥德修斯与萨堤罗斯们用烧红的木棒刺瞎了熟睡中的独眼巨人。盲目的独眼巨人愤怒地试图抓住他们,但被奥德修斯的名字圈套和歌队的嘲弄所戏耍,最后奥德修斯公开了真实姓名并带领萨堤罗斯们成功逃脱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
625

συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,

奥德修斯:紧闭你们的口;我甚至不准你们呼吸,

οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,1

也不准任何人眨眼,不准吐痰,

ὡς μὴ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος

免得那恶人惊醒,直到独眼巨人的

ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.

眼中视力被火驱除为止。

σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.

歌队:让我们把空气锁在颌里,保持安静。

630

ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν

奥德修斯:来吧,你们要用双手抓住那根燃木,

ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.

进到里面去;它已经烧得通红了。

οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν

歌队:那么,就请你来安排谁应当最先

καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς

拿着那炽热的木棒去烧瞎独眼巨人的

Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;

光明,好让我们共同分担这命运?

635

ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν

歌队甲:我们站在门前太远的地方,

ἑστῶτες ὠθεῖν2 ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.

要把火推入他的眼睛里实在太远了。

ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.

歌队乙:而我们刚才恰好腿瘸了。

ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας

队长:那么你们也遭遇了和我一样的事;因为站着的时候,

ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.

我们的脚不知怎么的就抽筋了。

640

ἑστῶτες ἐσπάσθητε;

奥德修斯:站着就会抽筋?

καὶ τά γ’ ὄμματα

歌队:是的,并且

μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.

我们的眼睛不知从哪儿落满了沙尘和炉灰。

ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.

奥德修斯:真是一群胆小鬼,根本算不上盟友!

ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν

歌队:就因为我们心疼自己的背脊和脊椎,

καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι

不想在挨打时被打落牙齿,

645

τυπτόμενος, αὕτη γίγνεται πονηρία;

这就成了胆怯吗?

ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,

不过,我懂得一首奥非乌斯极好的咒歌,

ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον

能让那燃木自己飞向那头颅,

στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.

走上前去烧瞎那大地的独眼之子。

πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,

奥德修斯:我早就知道你天生就是这种货色,

650

νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις

如今我更看清了。我必须依靠

χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,

我自己的朋友们。要是你手上使不上力,

ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν

那至少要在旁呐喊助威,好让我们通过你的

φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.

呼喊,来激发起同伴们的勇气。

δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.3

歌队:我这就办。我们就让“卡里亚人”去冒这个险吧。

655

κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.

在我们的呐喊声中,让独眼巨人被烧焦吧!

ἰὼ ἰώ· γενναιότατ’ ὠ-

咿哟,咿哟!极其英勇地

θεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺν

推进去,快呀!烧毁那生吞客人的

θηρὸς τοῦ ξενοδαίτα

野兽的眉毛(眼睛)。

τυφέτω, καιέτω

烧吧,烤吧,

660

τὸν Αἴτνας μηλονόμον.

那埃特纳火山的牧羊人。

τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶς

旋转,拉扯,免得他因剧痛

δράσῃ τι μάταιον.

做出什么狂暴的事来。

ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.

独眼巨人:哎呀,我眼睛的光芒被烧成炭火了!

καλός γ’ ὁ παιάν· μέλπε μοι τόνδ’, ὦ Κύκλωψ.

歌队:这颂歌真动听!再给我唱一个吧,独眼巨人。

665

ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.

独眼巨人:哎呀,我受了怎样的奇耻大辱,我完蛋了!

ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας

但你们绝不可能逃出这山洞,

χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ

安然无恙地离开,你们这些无名小卒!因为我立在门口

σταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας.

会用这双手堵住洞口。

τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ;

歌队:独眼巨人,你大喊大叫些什么?

ἀπωλόμην.

独眼巨人:我被弄死了!

670

αἰσχρός γε φαίνῃ.

歌队:你看起来真是狼狈极了。

κἀπὶ τοῖσδέ γ’ ἄθλιος.

独眼巨人:而且还极其凄惨!

μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;

歌队:你是喝醉了跌进炭火堆里的吗?

Οὖτίς μ’ ἀπώλεσ’.

独眼巨人:“没有人”害了我!

οὐκ ἄρ’ οὐδεὶς ἠδίκει.4

歌队:那么,就没有人欺负你了。

Οὖτίς με τυφλοῖ βλέφαρον.

独眼巨人:“没有人”弄瞎了我的眼!

οὐκ ἄρ’ εἶ τυφλός.

歌队:那么你并没有瞎。

ὡς δὴ σύ—

独眼巨人:愿你——!

καὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν;

歌队:而且“没有人”又怎么可能把你弄瞎呢?

675

σκώπτεις. ὁ δ’ Οὖτις ποῦ’στιν;

独眼巨人:你们在嘲笑我。但那个“没有人”在哪里?

οὐδαμοῦ, Κύκλωψ.

歌队:哪儿也没有,独眼巨人。

ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν,

独眼巨人:那个异乡人——为了让你们听明白——害了我,

ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.

那个肮脏的家伙,他给我喝了那饮料,把我灌得烂醉。

δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.

歌队:因为酒确实厉害,很难对付。

πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων;

独眼巨人:凭神明起誓,他们是逃走了,还是留在洞里?

680

οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα

歌队:那些人正悄悄地以岩石作掩护

λαβόντες ἑστήκασι.

站着呢。

ποτέρας τῆς χερός;

独眼巨人:在左右哪一边?

ἐν δεξιᾷ σου.

歌队:在你的右边。

ποῦ;

独眼巨人:在哪儿?

πρὸς αὐτῇ τῇ πέτρᾳ.

歌队:就在那块岩石旁边。

ἔχεις;

歌队:抓到了吗?

κακόν γε πρὸς κακῷ· τὸ κρανίον

独眼巨人:真是祸不单行!我撞到了头,

παίσας κατέαγα.

把头骨都撞裂了。

καί σε διαφεύγουσί γε.

歌队:而且他们正在躲开你呢。

685

οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας;

独眼巨人:不是这边;你刚才说是这边吗?

οὔ· ταύτῃ λέγω.

歌队:不对,我说是那边。

πῇ γάρ;

独眼巨人:那到底是哪边?

περιάγου, κεῖσε, πρὸς τἀριστερά.

歌队:转过去,那边,往左。

οἴμοι γελῶμαι· κερτομεῖτέ μ’ ἐν κακοῖς.

独眼巨人:哎呀,我被嘲笑了!你们竟然在我落难时戏弄我。

ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.

歌队:不玩了,瞧,那个人就在你面前。

ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ;

独眼巨人:你这个大恶棍,你到底在哪里?

τηλοῦ σέθεν

奥德修斯:在远离你的地方,

690

φυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε.

我正戒备森严地守护着奥德修斯的这个身躯。

πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.

独眼巨人:你说了什么?你改了名字,报上了一个新名字。

ὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.

奥德修斯:这正是我父亲给我起的名字——奥德修斯。

δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας·

你注定要为你那不圣洁的筵席付出代价;

κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην

因为如果我没有为被杀害的同伴向你报仇,

695

εἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην.5

我就把特洛伊白白烧毁了。

αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται.

独眼巨人:哎呀!古老的预言正在应验。

τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφη

它曾说,当特洛伊出发的人来到时,我将被你

Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι

弄瞎双眼。但它也预言,

δίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν,

你必将为此付出代价,

700

πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.

在海上漂泊漫长的岁月。

κλαίειν σ’ ἄνωγα· καὶ δέδραχ’ ὅπερ λέγεις.

奥德修斯:你哭去吧!而且我已经做完了你所说的事。

ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος

我现在要去海岸,把我的船推进

ἥσω’πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν.

西西里海,驶向我的祖国。

οὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτρας

独眼巨人:绝对不行,因为我要砸碎这块岩石,

705

αὐτοῖσι συνναύταισι συντρίψω βαλών.

扔过去把你和你的船员们一起砸个粉碎。

ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός,

虽然我瞎了,但我还是要爬上山冈,

δι’ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.

用脚步探索着,穿过这个双向通透的岩洞。

ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέως

歌队:而我们,将成为这奥德修斯的同船水手,

ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.

从此以后,终身侍奉巴克科斯。

语法注5 条
  1. 625οὐδὲ πνεῖν ἐῶ, οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα

    动词 ἐῶ(允许)带补语性不定式(πνεῖν, σκαρδαμύσσειν, χρέμπτεσθαι),不定代词宾格 τινά 作为这些不定式的逻辑主语。

  2. 635μακροτέρω πρὸ τῶν θυρῶν ἑστῶτες ὠθεῖν

    比较级副词 μακροτέρω(太远)之后,不定式 ὠθεῖν(推入)表示结果或程度,用于萨堤罗斯们找借口说自己“站得离门太远,无法将火推入”。

  3. 654ἐν τῷ Καρὶ κινδυνεύσομεν

    语出古希腊谚语“以卡里亚人的生命去冒险”(指让卑微或外人代为承担危险工作)。此处歌队用它来讽刺并合理化自己不参与直接动手、而让奥德修斯一伙人去承担危险的行为。

  4. 672bοὐκ ἄρ’ οὐδεὶς ἠδίκει

    独眼巨人将奥德修斯的假名 Οὖτις(“没有人”)当作专有名词大喊,而歌队则将其理解为普通代词“没有人”(οὐδείς)进行回答的文字游戏。由于希腊语双重否定(οὐκ... οὐδείς)起强调否定作用,因此整句意为“那么确实没有任何人作恶”。

  5. 694κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην εἰ μή σ’ ἐτιμωρησάμην

    虚拟语气条件句,表示与过去事实相反。由条件从句 εἰ + 直陈式过去不定过去时,与主句 ἄν + 直陈式过去不定过去时(διεπυρωσάμην)构成(“如果我没有报仇,那我白白烧毁了特洛伊”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0006.tlg001.humanitext-grc2:625-709