- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.95.1-8.95.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
伯罗奔尼撒舰队在埃雷特里亚附近的海战中击败了因准备不足和埃雷特里亚人背叛而陷入混乱的雅典舰队。随后,伯罗奔尼撒人使对雅典至关重要的尤卑亚岛几乎全境发生叛乱。
αἱ δὲ τῶν Πελοποννησίων νῆες παραπλεύσασαι καὶ περιβαλοῦσαι Σούνιον ὁρμίζονται μεταξὺ Θορικοῦ τε καὶ Πρασιῶν, ὕστερον δὲ ἀφικνοῦνται ἐς Ὠρωπόν.
伯罗奔尼撒人的船只沿海岸航行并绕过苏尼翁角,在托里科斯和普拉西亚埃之间锚泊,随后抵达奥罗普斯。
Ἀθηναῖοι δὲ κατὰ τάχος καὶ ἀξυγκροτήτοις πληρώμασιν ἀναγκασθέντες χρήσασθαι, οἷα πόλεώς τε στασιαζούσης καὶ περὶ τοῦ μεγίστου ἐν τάχει βουλόμενοι βοηθῆσαι (Εὔβοια γὰρ αὐτοῖς ἀποκεκλῃμένης τῆς Ἀττικῆς πάντα ἦν),1 πέμπουσι Θυμοχάρη στρατηγὸν καὶ ναῦς ἐς Ἐρετρίαν, ὧν ἀφικομένων ξὺν ταῖς πρότερον ἐν Εὐβοίᾳ οὔσαις ἓξ καὶ τριάκοντα ἐγένοντο. καὶ εὐθὺς ναυμαχεῖν ἠναγκάζοντο· ὁ γὰρ Ἀγησανδρίδας ἀριστοποιησάμενος ἐκ τοῦ Ὠρωποῦ ἀνήγαγε τὰς ναῦς· ἀπέχει δὲ μάλιστα ὁ Ὠρωπὸς τῆς τῶν Ἐρετριῶν πόλεως θαλάσσης μέτρον ἑξήκοντα σταδίους.
雅典人被迫仓促使用未经训练的船员,因为城市正处于内讧之中,且他们希望迅速救援最重要的地方(因为由于阿提卡被阻断,尤卑亚对他们来说就是一切),于是派将军西莫哈里斯率领船只前往埃雷特里亚。当这些船只抵达后,加上此前已在尤卑亚的六艘船,总共达到了三十六艘。他们立刻被迫进行海战;因为哈格桑德里达斯在部下吃过午饭后,便率船从奥罗普斯出航;而奥罗普斯距离埃雷特里亚城海路大约有六十斯塔迪翁。
ὡς οὖν ἐπέπλει, εὐθὺς ἐπλήρουν καὶ οἱ Ἀθηναῖοι τὰς ναῦς, οἰόμενοι σφίσι παρὰ ταῖς ναυσὶ τοὺς στρατιώτας εἶναι· οἱ δὲ ἔτυχον οὐκ ἐκ τῆς ἀγορᾶς ἄριστον ἐπισιτιζόμενοι (οὐδὲν γὰρ ἐπωλεῖτο ἀπὸ προνοίας τῶν Ἐρετριῶν), ἀλλ’ ἐκ τῶν ἐπ’ ἔσχατα τοῦ ἄστεως οἰκιῶν, ὅπως σχολῇ πληρουμένων φθάσειαν οἱ πολέμιοι προσπεσόντες2 καὶ ἐξαναγκάσειαν τοὺς Ἀθηναίους οὕτως ὅπως τύχοιεν3 ἀνάγεσθαι. σημεῖον δὲ αὐτοῖς ἐς τὸν Ὠρωπὸν ἐκ τῆς Ἐρετρίας, ὁπότε χρὴ ἀνάγεσθαι, ἤρθη.
当敌船驶来时,雅典人也立即开始整备船只,以为士兵们都在船旁。然而,士兵们并不是从市场采购午餐(因为在埃雷特里亚人的预谋下,市场里什么都没有卖),而是去城尽头的民房里采购,目的是为了让敌人在他们缓慢整备船只时先发制人发起袭击,从而迫使雅典人听天由命地、在毫无准备的情况下出海。当时,一个示意何时应当出海的信号已从埃雷特里亚向奥罗普斯的敌军升起。
διὰ τοιαύτης δὴ παρασκευῆς οἱ Ἀθηναῖοι ἀναγαγόμενοι καὶ ναυμαχήσαντες ὑπὲρ τοῦ λιμένος τῶν Ἐρετριῶν ὀλίγον μέν τινα χρόνον ὅμως καὶ ἀντέσχον, ἔπειτα ἐς φυγὴν τραπόμενοι καταδιώκονται ἐς τὴν γῆν.
在这样的准备状态下,雅典人出海并在埃雷特里亚港口前进行海战,尽管如此,他们也只支撑了极短的时间,随后便被迫逃跑,被追击至陆地上。
καὶ ὅσοι μὲν αὐτῶν πρὸς τὴν πόλιν τῶν Ἐρετριῶν ὡς φιλίαν καταφεύγουσι, χαλεπώτατα ἔπραξαν φονευόμενοι ὑπ’ αὐτῶν· οἳ δὲ ἐς τὸ τείχισμα τὸ ἐν τῇ Ἐρετρίᾳ, ὃ εἶχον αὐτοί, περιγίγνονται καὶ ὅσαι ἐς Χαλκίδα ἀφικνοῦνται τῶν νεῶν.4
他们中那些逃往埃雷特里亚城(以为那里是友好之地)的人,处境最为惨烈,被当地人成批屠杀;而那些逃到埃雷特里亚境内由雅典人自己控制的城堡的人则幸存下来,逃到哈尔基斯的那部分船只也同样幸免于难。
λαβόντες δὲ οἱ Πελοποννήσιοι δύο καὶ εἴκοσι ναῦς τῶν Ἀθηναίων καὶ ἄνδρας τοὺς μὲν ἀποκτείναντες, τοὺς δὲ ζωγρήσαντες τροπαῖον ἔστησαν. καὶ ὕστερον οὐ πολλῷ Εὔβοιάν [τε] ἅπασαν ἀποστήσαντες πλὴν Ὠρεοῦ (ταύτην δὲ αὐτοὶ Ἀθηναῖοι εἶχον) καὶ τἆλλα τὰ περὶ αὐτὴν καθίσταντο.
伯罗奔尼撒人俘获了二十二艘雅典战船,将船上的人有的杀死,有的生擒,并立起了胜利纪念碑。不久之后,他们使除奥雷乌斯(此处由雅典人自己控制)之外的整个尤卑亚岛反叛,并整顿了该地区的其他事务。
- 8.95.2Εὔβοια γὰρ αὐτοῖς ἀποκεκλῃμένης τῆς Ἀττικῆς πάντα ἦν
ἀποκεκλῃμένης τῆς Ἀττικῆς 为属格独立结构,表示原因(“由于阿提卡被阻断”)。πάντα ἦν 为主格表语结构,意为“(尤卑亚)对他们来说是一切”。
- 8.95.4ὅπως σχολῇ πληρουμένων φθάσειαν οἱ πολέμιοι προσπεσόντες
ὅπως 引导目的从句,后接祈愿式 φθάσειαν。φθάνω 搭配分词(προσπεσόντες)的句型,意为“敌人在他们之前发起袭击”。σχολῇ πληρουμένων 为属格独立结构,意为“在(雅典人)缓慢地整备船只时”。
- 8.95.4οὕτως ὅπως τύχοιεν
短语 οὕτως ὅπως τύχοιεν(字面意为“恰好处于的形式”)是一个成语表达,意为“随意地”、“在毫无准备的情况下”或“听天由命地”。
- 8.95.6ὅσαι ἐς Χαλκίδα ἀφικνοῦνται τῶν νεῶν
此关系从句(“那些抵达哈尔基斯的船只”)作为前面动词 περιγίγνονται(“幸存、得救”)的另一个主语。结构上表示,逃往城堡的人以及逃往哈尔基斯的船只(的船员)得以幸存。
