- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.93.1-8.93.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
次日,四百人议会集会的同时,比雷埃夫斯的重装步兵释放了阿莱克西克莱斯并进军市区。四百人议会的代表说服士兵保持冷静,双方最终同意在指定日期召开旨在达成和解的大会。
τῇ δ’ ὑστεραίᾳ οἱ μὲν τετρακόσιοι ἐς τὸ βουλευτήριον ὅμως καὶ τεθορυβημένοι ξυνελέγοντο· οἱ δ’ ἐν τῷ Πειραιεῖ ὁπλῖται τόν τε Ἀλεξικλέα ὃν ξυνέλαβον ἀφέντες καὶ τὸ τείχισμα καθελόντες ἐς τὸ πρὸς τῇ Μουνιχίᾳ Διονυσιακὸν θέατρον ἐλθόντες καὶ θέμενοι τὰ ὅπλα ἐξεκλησίασαν, καὶ δόξαν αὐτοῖς1 εὐθὺς ἐχώρουν ἐς τὸ ἄστυ καὶ ἔθεντο αὖ ἐν τῷ Ἀνακείῳ τὰ ὅπλα.
次日,四百人议会虽然人心惶惶,但仍然聚集在议事厅里;而比雷埃夫斯的重装步兵们释放了他们逮捕的阿莱克西克莱斯,并拆毁了防御工事,随后前往靠近慕尼基亚的狄奥尼索斯剧场,在那里放下武器并召开了大会。在做出决定后,他们立刻向城内进军,并再次在阿纳凯翁放下武器。
ἐλθόντες δὲ ἀπὸ τῶν τετρακοσίων τινὲς ᾑρημένοι πρὸς αὐτοὺς ἀνὴρ ἀνδρὶ διελέγοντό τε καὶ ἔπειθον οὓς ἴδοιεν ἀνθρώπους ἐπιεικεῖς αὐτούς τε ἡσυχάζειν καὶ τοὺς ἄλλους παρακατέχειν, λέγοντες τούς τε πεντακισχιλίους ἀποφανεῖν, καὶ ἐκ τούτων ἐν μέρει ᾗ ἂν τοῖς πεντακισχιλίοις δοκῇ τοὺς τετρακοσίους ἔσεσθαι, τέως δὲ τὴν πόλιν μηδενὶ τρόπῳ διαφθείρειν μηδ’ ἐς τοὺς πολεμίους ἀνῶσαι.2
这时,四百人议会派出的几名代表来到他们中间,与他们逐一交谈,劝说他们所见到的温和人士自己保持冷静,并安抚其他人。他们宣称,即将公布五千人的名单,且四百人议会将由五千人以其认为合适的方式轮流产生;在此期间,绝不可通过任何方式毁灭城邦,亦不可将其推入敌人之手。
τὸ δὲ πᾶν πλῆθος τῶν ὁπλιτῶν ἀπὸ πολλῶν καὶ πρὸς πολλοὺς λόγων γιγνομένων3 ἠπιώτερον ἦν ἢ πρότερον καὶ ἐφοβεῖτο μάλιστα περὶ τοῦ παντὸς πολιτικοῦ· ξυνεχώρησάν τε ὥστε ἐς ἡμέραν ῥητὴν ἐκκλησίαν ποιῆσαι ἐν τῷ Διονυσίῳ περὶ ὁμονοίας.
由于在许多人之间进行了多次交谈,重装步兵的全体群众比以前温和了许多,且最担心整个国家体制的安全。于是他们达成一致,决定在指定的日期在狄奥尼索斯剧场召开大会,以协商和解。
- 8.93.1δόξαν αὐτοῖς
使用非人称动词 δοκεῖ(似乎、决定)的中性单数宾格分子的宾格绝对结构。意为“既然在他们看来是合适的”或“在他们做出决定之后”。
- 8.93.2ἀνῶσαι
动词 ἀνωθέω(推回、推入)的第一不定过去时主动不定式。与 μηδ’ ἐς τοὺς πολεμίους 连用,意为“不要将城邦推入敌手”。亦有观点将其解释为 ἀνίημι(放任、交付)的不定过去时主动不定式,但从形态学上看,前者更为合理。
- 8.93.3ἀπὸ πολλῶν καὶ πρὸς πολλοὺς λόγων γιγνομένων
属格绝对结构。字面意思是“在许多人之间、向许多人进行许多交谈”,表示在群众中进行了广泛的讨论与沟通。
