- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.64.1-8.64.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
雅典使节分散前往国内和各属国建立寡头政体,迪埃特雷菲斯推翻了萨索斯的民主制。然而,萨索斯人拒绝了雅典人虚伪的秩序,并立即借助拉刻代蒙的力量寻求彻底的自由。
παρακελευσάμενοι οὖν τοιαῦτα τὸν μὲν Πείσανδρον εὐθὺς τότε καὶ τῶν πρέσβεων τοὺς ἡμίσεις ἀπέστελλον ἐπ’ οἴκου πράξοντας τἀκεῖ, καὶ εἴρητο αὐτοῖς τῶν ὑπηκόων πόλεων αἷς ἂν προσσχῶσιν ὀλιγαρχίαν καθιστάναι·1 τοὺς δ’ ἡμίσεις ἐς τἆλλα τὰ ὑπήκοα χωρία ἄλλους ἄλλῃ διέπεμπον, καὶ Διειτρέφη ὄντα περὶ Χίον, ᾑρημένον δὲ ἐς τὰ ἐπὶ Θρᾴκης ἄρχειν, ἀπέστελλον ἐπὶ τὴν ἀρχήν. καὶ ἀφικόμενος ἐς τὴν Θάσον τὸν δῆμον κατέλυσεν.
这样互相勉励之后,他们便立即派培桑德和半数使节回国去处理那里的事务,并指示他们在航行中所经停的任何属国城市中建立寡头政体;而将另外半数使节分派到其他各属地的不同地方。他们还派迪埃特雷菲斯前往他的任所,他当时在奇奥斯附近,已被选任指挥色雷斯一带的事务。他到达萨索斯后,便推翻了那里的民主政体。
καὶ ἀπελθόντος αὐτοῦ οἱ Θάσιοι δευτέρῳ μηνὶ μάλιστα τὴν πόλιν ἐτείχιζον, ὡς τῆς μὲν μετ’ Ἀθηναίων ἀριστοκρατίας οὐδὲν ἔτι προσδεόμενοι,2 τὴν δ’ ἀπὸ Λακεδαιμονίων ἐλευθερίαν ὁσημέραι προσδεχόμενοι·
在他离开后的大约第二个月,萨索斯人开始为城市修筑城墙,因为他们觉得自己已不再需要与雅典人结盟的贵族政体,而是每天都在期盼着来自拉刻代蒙人的自由。
καὶ γὰρ καὶ φυγὴ αὐτῶν ἔξω ἦν ὑπὸ τῶν Ἀθηναίων παρὰ τοῖς Πελοποννησίοις, καὶ αὕτη μετὰ τῶν ἐν τῇ πόλει ἐπιτηδείων κατὰ κράτος ἔπρασσε ναῦς τε κομίσαι καὶ τὴν Θάσον ἀποστῆσαι. ξυνέβη οὖν αὐτοῖς μάλιστα ἃ ἐβούλοντο, τὴν πόλιν τε ἀκινδύνως ὀρθοῦσθαι καὶ τὸν ἐναντιωσόμενον δῆμον καταλελύσθαι.
因为被雅典人驱逐的萨索斯流亡者正和伯罗奔尼撒人在一起,他们与城内的同党全力策划,企图勾引舰队并使萨索斯叛变。因此,事情的进展完全符合他们的愿望:城市在毫无危险的情况下得以重整,而持反对态度的民主政体则被推翻。
περὶ μὲν οὖν τὴν Θάσον τἀναντία τοῖς τὴν ὀλιγαρχίαν καθιστᾶσι τῶν Ἀθηναίων ἐγένετο, δοκεῖν δέ μοι3 καὶ ἐν ἄλλοις πολλοῖς τῶν ὑπηκόων· σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας4 οὐ προτιμήσαντες.
因此,在萨索斯发生的事情,与那些试图建立寡头政体的雅典人的意图恰恰相反;在我看来,在其他许多属国中也是如此。因为这些城市在获得了稳健的秩序和行动的自由之后,便走向了彻底的自由,而没有选择雅典人所提供的虚伪的“法治”。
- 8.64.1εἴρητο αὐτοῖς τῶν ὑπηκόων πόλεων αἷς ἂν προσσχῶσιν ὀλιγαρχίαν καθιστάναι
无人称被动动词 εἴρητο(被指示)的主语是不定式从句 ὀλιγαρχίαν καθιστάναι(建立寡头政体)。τῶν ὑπηκόων πόλεων 受到关系从句 αἷς ἂν προσσχῶσιν 的吸引而变为属格,其功能相当于 ἐν ταῖς ὑπηκόοις πόλεσιν αἷς ἂν προσσχῶσιν(在他们可能停靠的那些属国城市中)。
- 8.64.3ὡς τῆς μὲν μετ’ Ἀθηναίων ἀριστοκρατίας οὐδὲν ἔτι προσδεόμενοι
连词 ὡς 与分词(προσδεόμενοι 和 προσδεχόμενοι)连用,表示萨索斯人的主观动机或想法(“认为……”、“指望……”)。οὐδὲν 作状语使用,意为“毫无”、“完全不”。
- 8.64.5δοκεῖν δέ μοι
不定式 δοκεῖν 用作绝对不定式(即插入语式限定不定式),表示作者的个人观点,意为“在我看来”或“据我之见”。
- 8.64.5ὑπούλου εὐνομίας
形容词 ὕπουλος 在医学术语中原意为“伤口表面愈合而内部化脓的”。在此处作比喻使用,形容雅典人所推行的“良法美政”(εὐνομία)只是一种虚伪的、粉饰太平的表象,其内部实际上掩盖了对属国的奴役与控制。
