- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.63.1-8.63.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
阿斯提奥霍斯得知雅典舰队撤离后企图进攻萨摩斯,但因对方无意交战而退回;另一方面,萨摩斯的雅典人因本国民主政体倒台而决定排除阿尔西比亚德斯,决意自筹资金继续战争。
ἐν τούτῳ δὲ οἱ Χῖοί τε θαλασσοκράτορες μᾶλλον ἐγένοντο καὶ οἱ ἐν τῇ Μιλήτῳ καὶ ὁ Ἀστύοχος πυθόμενος τὰ περὶ τῆς ναυμαχίας καὶ τὸν Στρομβιχίδην καὶ τὰς ναῦς ἀπεληλυθότα ἐθάρσησεν.1
在此期间,奇奥斯人更好地掌握了海上霸权;而在米利都的人们以及阿斯提奥霍斯,在听闻关于海战的消息以及斯特隆比希德斯和船只已经离去后,便增添了勇气。
καὶ παραπλεύσας δυοῖν νεοῖν Ἀστύοχος ἐς Χίον κομίζει αὐτόθεν τὰς ναῦς καὶ ξυμπάσαις ἤδη ἐπίπλουν ποιεῖται ἐπὶ τὴν Σάμον· καὶ ὡς αὐτῷ διὰ τὸ ἀλλήλοις ὑπόπτως ἔχειν οὐκ ἀντανήγοντο, ἀπέπλευσε πάλιν ἐς τὴν Μίλητον.
阿斯提奥霍斯率领两艘船沿岸航行至奇奥斯,从那里带走了船队,此时便率领全部船只向萨摩斯发起进攻;但由于萨摩斯人彼此猜忌,没有出海迎战,他便再次乘船返回米利都。
ὑπὸ γὰρ τοῦτον τὸν χρόνον καὶ ἔτι πρότερον ἡ ἐν ταῖς Ἀθήναις δημοκρατία κατελέλυτο. ἐπειδὴ γὰρ οἱ περὶ τὸν Πείσανδρον πρέσβεις παρὰ τοῦ Τισσαφέρνους ἐς τὴν Σάμον ἦλθον, τά τε ἐν αὐτῷ τῷ στρατεύματι ἔτι βεβαιότερον κατέλαβον καὶ αὐτῶν τῶν Σαμίων προυτρέψαντο τοὺς δυνατωτάτους ὥστε πειρᾶσθαι μετὰ σφῶν ὀλιγαρχηθῆναι, καίπερ ἐπαναστάντας αὐτοὺς ἀλλήλοις2 ἵνα μὴ ὀλιγαρχῶνται·
因为大约在此时,甚至在此之前,雅典的民主政体已被推翻。当培桑德等使节从蒂萨斐尼那里来到萨摩斯时,他们不仅更加牢固地控制了军营内部的局势,而且还敦促萨摩斯人中最有权势的人,试图与他们一起建立寡头政体,尽管萨摩斯人为了不受寡头统治而刚刚相互起义。
καὶ ἐν σφίσιν αὐτοῖς ἅμα οἱ ἐν τῇ Σάμῳ τῶν Ἀθηναίων κοινολογούμενοι ἐσκέψαντο Ἀλκιβιάδην μέν, ἐπειδήπερ οὐ βούλεται, ἐᾶν (καὶ γὰρ οὐκ ἐπιτήδειον αὐτὸν εἶναι ἐς ὀλιγαρχίαν ἐλθεῖν), αὐτοὺς δὲ ἐπὶ σφῶν αὐτῶν, ὡς ἤδη καὶ κινδυνεύοντας, ὁρᾶν3 ὅτῳ τρόπῳ μὴ ἀνεθήσεται τὰ πράγματα, καὶ τὰ τοῦ πολέμου ἅμα ἀντέχειν καὶ ἐσφέρειν αὐτοὺς ἐκ τῶν ἰδίων οἴκων προθύμως χρήματα καὶ ἤν τι ἄλλο δέῃ, ὡς οὐκέτι ἄλλοις ἢ σφίσιν αὐτοῖς ταλαιπωροῦντας.
同时,在萨摩斯的雅典人进行内部商议,决定:鉴于阿尔西比亚德斯并不情愿(因为他确实不适合加入寡头政体),便将他置之不理;但他们自己,既然已经身处险境,就必须设法不让局势瓦解,同时坚持战争,并积极从个人财产中捐纳资金以及其他任何需要的东西,因为他们认为自己已不再是为他人、而是为自己而奋斗。
- 8.63.1οἱ ἐν τῇ Μιλήτῳ καὶ ὁ Ἀστύοχος ... ἐθάρσησεν
尽管主语包含复数 οἱ ἐν τῇ Μιλήτῳ 和单数 ὁ Ἀστύοχος,但主要动词 ἐθάρσησεν 和分词 πυθόμενος 均为单数,与最近的主语 ὁ Ἀστύοχος 保持一致。
- 8.63.3καίπερ ἐπαναστάντας αὐτοὺς ἀλλήλοις
带有 καίπερ 的分词 ἐπαναστάντας(源自 ἐπανίστημι)指萨摩斯内部的民主派与有力者之间的起义(见8.21),宾格的 αὐτούς 指向 προυτρέψαντο 的宾语,即萨摩斯人(或其中的有权势者)。
- 8.63.4Ἀλκιβιάδην μέν ... ἐᾶν ... αὐτοὺς δὲ ... ὁρᾶν
并列的不定式 ἐᾶν、ὁρᾶν(以及随后的 ἀντέχειν、ἐσφέρειν)依赖于主动词 ἐσκέψαντο,表示商议决定的内容。Ἀλκιβιάδην 是 ἐᾶν 的宾语,而 αὐτούς 是 ὁρᾶν 的宾格主语。末尾的分词 ταλαιπωροῦντας 在格上与该对格主语一致。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 2 处
