- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.58.1-8.58.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
伯罗奔尼撒人与波斯之间缔结的第三个条约的条文,规定了领土主权的相互尊重、互不侵犯、舰队的粮食供应,以及未来的共同军事行动和单独讲和的限制。
‘τρίτῳ καὶ δεκάτῳ ἔτει Δαρείου βασιλεύοντος, ἐφορεύοντος δὲ Ἀλεξιππίδα ἐν Λακεδαίμονι, ξυνθῆκαι ἐγένοντο ἐν Μαιάνδρου πεδίῳ Λακεδαιμονίων καὶ τῶν ξυμμάχων πρὸς Τισσαφέρνην καὶ Ἱεραμένη καὶ τοὺς Φαρνάκου παῖδας περὶ τῶν βασιλέως πραγμάτων καὶ Λακεδαιμονίων καὶ τῶν ξυμμάχων.
“在大流士在位的第十三年,亚历克西皮达斯在拉刻代蒙担任监察官期间,在迈安德罗斯平原,拉刻代蒙人及其盟友与蒂萨弗尼斯、希埃拉墨涅斯及法尔纳克斯之子缔结了条约,内容涉及国王的事物以及拉刻代蒙人及其盟友的事物。
χώραν τὴν βασιλέως, ὅση τῆς Ἀσίας ἐστί, βασιλέως εἶναι·1 καὶ περὶ τῆς χώρας τῆς ἑαυτοῦ βουλευέτω βασιλεὺς ὅπως βούλεται.
国王在亚洲的所有领土,均属于国王;关于他自己的领土,国王可按其意愿决定。
Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους μὴ ἰέναι ἐπὶ χώραν τὴν βασιλέως ἐπὶ κακῷ μηδενί, μηδὲ βασιλέα ἐπὶ τὴν Λακεδαιμονίων χώραν μηδὲ τῶν ξυμμάχων ἐπὶ κακῷ μηδενί.
拉刻代蒙人及其盟友不得以任何敌意侵入国王的领土,国王亦不得以任何敌意侵入拉刻代蒙人及其盟友的领土。
ἢν δέ τις Λακεδαιμονίων ἢ τῶν ξυμμάχων ἐπὶ κακῷ ἴῃ ἐπὶ τὴν βασιλέως χώραν, Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους κωλύειν· καὶ ἤν τις ἐκ τῆς βασιλέως ἴῃ ἐπὶ κακῷ ἐπὶ Λακεδαιμονίους ἢ τοὺς ξυμμάχους, βασιλεὺς κωλυέτω.
若有任何拉刻代蒙人或其盟友以敌意侵入国王的领土,拉刻代蒙人及其盟友当予以阻止;若有人从国王领土以敌意侵入拉刻代蒙人或其盟友的领土,国王当予以阻止。
τροφὴν δὲ ταῖς ναυσὶ ταῖς νῦν παρούσαις Τισσαφέρνην παρέχειν κατὰ τὰ ξυγκείμενα μέχρι ἂν αἱ νῆες αἱ βασιλέως ἔλθωσιν· Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους, ἐπὴν αἱ βασιλέως νῆες ἀφίκωνται, τὰς ἑαυτῶν ναῦς, ἢν βούλωνται, τρέφειν ἐφ’ ἑαυτοῖς εἶναι.2 ἢν δὲ παρὰ Τισσαφέρνους λαμβάνειν ἐθέλωσι τὴν τροφήν, Τισσαφέρνην παρέχειν, Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμμάχους τελευτῶντος τοῦ πολέμου τὰ χρήματα Τισσαφέρνει ἀποδοῦναι ὁπόσα ἂν λάβωσιν.
蒂萨弗尼斯当依照协议,向目前在场的船只提供粮食,直至国王的船只抵达;在国王的船只抵达后,若拉刻代蒙人及其盟友愿意,由其自行承担费用维持自己的船只,这取决于他们自己。但如果他们希望从蒂萨弗尼斯处获取粮食,蒂萨弗尼斯当予以提供;而拉刻代蒙人及其盟友在战争结束时,当将所收到的全部资金偿还给蒂萨弗尼斯。
ἐπὴν δὲ αἱ βασιλέως νῆες ἀφίκωνται, αἵ τε Λακεδαιμονίων νῆες καὶ αἱ τῶν ξυμμάχων καὶ αἱ βασιλέως κοινῇ τὸν πόλεμον πολεμούντων3 καθ’ ὅτι ἂν Τισσαφέρνει δοκῇ καὶ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις. ἢν δὲ καταλύειν βούλωνται πρὸς Ἀθηναίους, ἐν ὁμοίῳ καταλύεσθαι.’
在国王的船只抵达后,拉刻代蒙人的船只、其盟友的船只以及国王的船只当共同进行战争,具体方式依蒂萨弗尼斯、拉刻代蒙人及其盟友认为合适者而定。若他们希望与雅典人讲和,当在对等的条件下讲和。”
- 8.58.2εἶναι
条约和法律文件中典型的“命令不定式”(infinitive of command),表示规定或义务。
- 8.58.6ἐφ’ ἑαυτοῖς εἶναι
前置词 ἐπί 结合与格表示“取决于……”或“由……支配”。在此表示拉刻代蒙人是否自费维持其船只完全取决于他们自己的裁决。
- 8.58.7πολεμούντων
动词 πολεμέω 的现在时主动语态命令式第三人称复数形。在条约文体中,它表示“应当共同进行战争”的约束性规定。
