- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.11.1-8.11.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在雅典人监视敌船的同时,伯罗奔尼撒人决定将船只拖上岸并派陆军防守。斯巴达方面得知这一挫折后大失所望,暂时放弃了从本国派遣舰队的计划。
διακριθέντες1 δὲ πρὸς μὲν τὰς πολεμίας ναῦς ἐπέταξαν ἐφορμεῖν ἱκανάς, ταῖς δὲ λοιπαῖς ἐς τὸ νησίδιον ὁρμίζονται ἐν ᾧ οὐ πολὺ ἀπέχοντι2 ἐστρατοπεδεύοντο, καὶ ἐς τὰς Ἀθήνας ἐπὶ βοήθειαν ἔπεμπον.
在两军脱离接触后,雅典人派出了足够数量的船只去监视敌船,并带领其余的船只停泊在不远的一座小岛上,在那里安营扎寨,同时派人前往雅典请求增援。
παρῆσαν γὰρ καὶ τοῖς Πελοποννησίοις τῇ ὑστεραίᾳ οἵ τε Κορίνθιοι βοηθοῦντες ἐπὶ τὰς ναῦς καὶ οὐ πολλῷ ὕστερον καὶ οἱ ἄλλοι πρόσχωροι. καὶ ὁρῶντες τὴν φυλακὴν ἐν χωρίῳ ἐρήμῳ ἐπίπονον οὖσαν ἠπόρουν, καὶ ἐπενόησαν μὲν κατακαῦσαι τὰς ναῦς, ἔπειτα δὲ ἔδοξεν αὐτοῖς ἀνελκύσαι καὶ τῷ πεζῷ προσκαθημένους3 φυλακὴν ἔχειν, ἕως ἄν τις παρατύχῃ διαφυγὴ ἐπιτηδεία. ἔπεμψε δ’ αὐτοῖς καὶ Ἆγις αἰσθόμενος ταῦτα ἄνδρα Σπαρτιάτην Θέρμωνα.
因为第二天,科林斯人便赶来协助波罗奔尼撒人保卫船只,不久,其他邻近的居民也赶来增援。他们看到在荒凉的地方值守十分艰难,因而感到为难,起初他们打算烧毁这些船只,但随后他们决定将船只拖上岸,并让陆军驻守在旁进行看守,直到有合适的脱逃机会出现。阿基斯国王得知此事后,也向他们派去了一个斯巴达人瑟尔蒙。
τοῖς δὲ Λακεδαιμονίοις πρῶτον μὲν ἠγγέλθη ὅτι αἱ νῆες ἀνηγμέναι εἰσὶν ἐκ τοῦ Ἰσθμοῦ (εἴρητο γάρ, ὅταν γένηται τοῦτο, Ἀλκαμένει ὑπὸ τῶν ἐφόρων ἱππέα πέμψαι), καὶ εὐθὺς τὰς παρὰ σφῶν πέντε ναῦς καὶ Χαλκιδέα ἄρχοντα καὶ Ἀλκιβιάδην μετ’ αὐτοῦ ἐβούλοντο πέμπειν· ἔπειτα ὡρμημένων αὐτῶν4 τὰ περὶ τὴν ἐν τῷ Σπειραίῳ τῶν νεῶν καταφυγὴν ἠγγέλθη, καὶ ἀθυμήσαντες, ὅτι πρῶτον ἁπτόμενοι τοῦ Ἰωνικοῦ πολέμου ἔπταισαν, τὰς ναῦς τὰς ἐκ τῆς ἑαυτῶν οὐκέτι διενοοῦντο πέμπειν, ἀλλὰ καί τινας προανηγμένας μετακαλεῖν.
另一方面,拉刻代蒙人起初接到报告,说船只已从地峡出发(因为监察官曾吩咐阿尔卡梅尼斯,一旦此事发生,就派一名骑兵去通知他们),于是他们立即准备派出己方的五艘船,由哈尔基德乌斯担任指挥官,并由阿尔西比亚德斯随同前往。然而,在他们出发后,关于船只在斯派赖翁避难的消息传到了,他们因在刚着手进行伊奥尼亚战争时就遭遇挫折而感到沮丧,便不再打算派出本国的船只,甚至还想召回一些已经提前出发的船只。
- 8.11.1διακριθέντες
过去时被动分词,其未明示的主语指的是在前一章(第10章第4节)中与波罗奔尼撒军交战的雅典军队。字面意思是“在分离之后”或“在脱离接触后”。
- 8.11.1οὐ πολὺ ἀπέχοντι
与格现在分词,修饰前文的关系代词 ᾧ(指代岛屿的中性单数与格),表示该小岛本身离斯派赖翁并不远。
- 8.11.2προσκαθημένους
现在中动分词宾格复数,在“宾格加不定式”结构中作为不定式 φυλακὴν ἔχειν 的逻辑主语,指代波罗奔尼撒人及其盟友。
- 8.11.3ὡρμημένων αὐτῶν
使用完成时中被动分词的属格独立结构,表示他们正处于“已经出发(或准备就绪)”的状态。
