- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.84.1-7.84.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
雅典人在叙拉古人的追击下急忙奔向阿西纳鲁斯河,但由于极度混乱,他们在渡河时遭遇了来自对岸和河床的惨烈屠杀,甚至为争夺混有泥沙和鲜血的河水而相互抢夺。
Νικίας δ’ ἐπειδὴ ἡμέρα ἐγένετο ἦγε τὴν στρατιάν· οἱ δὲ Συρακόσιοι καὶ οἱ ξύμμαχοι προσέκειντο τὸν αὐτὸν τρόπον πανταχόθεν βάλλοντές τε καὶ κατακοντίζοντες.
到了天亮,尼西阿斯便率领军队前进;而叙拉古人及其盟友也以同样的方式紧紧追击,从四面八方投掷武器和标枪。
καὶ οἱ Ἀθηναῖοι ἠπείγοντο πρὸς τὸν Ἀσσίναρον ποταμόν, ἅμα μὲν βιαζόμενοι ὑπὸ τῆς πανταχόθεν προσβολῆς ἱππέων τε πολλῶν καὶ τοῦ ἄλλου ὄχλου, οἰόμενοι ῥᾷόν τι σφίσιν ἔσεσθαι, ἢν διαβῶσι τὸν ποταμόν, ἅμα δ’ ὑπὸ τῆς ταλαιπωρίας καὶ τοῦ πιεῖν1 ἐπιθυμίᾳ.
雅典人急忙奔向阿西纳鲁斯河,一方面是由于受到大批骑兵及其他杂牌军来自四面八方的猛烈攻击而被迫前行,并认为如果渡过这条河,情况会对他们稍微轻松一些,另一方面则是由于身体极度疲惫且极度渴望饮水。
ὡς δὲ γίγνονται ἐπ’ αὐτῷ, ἐσπίπτουσιν οὐδενὶ κόσμῳ ἔτι, ἀλλὰ πᾶς τέ τις διαβῆναι αὐτὸς πρῶτος βουλόμενος καὶ οἱ πολέμιοι ἐπικείμενοι χαλεπὴν ἤδη τὴν διάβασιν ἐποίουν· ἁθρόοι γὰρ ἀναγκαζόμενοι χωρεῖν ἐπέπιπτόν τε ἀλλήλοις καὶ κατεπάτουν, περί τε τοῖς δορατίοις καὶ σκεύεσιν2 οἱ μὲν εὐθὺς διεφθείροντο, οἱ δὲ ἐμπαλασσόμενοι κατέρρεον.
当他们到达河边时,便毫无秩序地拥入河中。每个人都想自己第一个渡过去,而敌人又紧追不舍,这使得渡河变得极其困难;因为他们被迫密集前行,互相冲撞、践踏,有的人立刻死在枪尖和行李堆里,有的人则被绊住,随波流去。
ἐς τὰ ἐπὶ θάτερά τε τοῦ ποταμοῦ παραστάντες οἱ Συρακόσιοι (ἦν δὲ κρημνῶδες) ἔβαλλον ἄνωθεν τοὺς Ἀθηναίους, πίνοντάς τε τοὺς πολλοὺς ἀσμένους καὶ ἐν κοίλῳ ὄντι τῷ ποταμῷ3 ἐν σφίσιν αὐτοῖς ταρασσομένους.
叙拉古人在河的对岸(那是一处悬崖)列队,自上而下地向雅典人投掷武器,此时大多数雅典人正贪婪地饮着水,并在这深凹的河床中自相混乱。
οἵ τε Πελοποννήσιοι ἐπικαταβάντες τοὺς ἐν τῷ ποταμῷ μάλιστα ἔσφαζον. καὶ τὸ ὕδωρ εὐθὺς διέφθαρτο, ἀλλ’ οὐδὲν ἧσσον ἐπίνετό τε ὁμοῦ τῷ πηλῷ ᾑματωμένον καὶ περιμάχητον4 ἦν τοῖς πολλοῖς.
伯罗奔尼撒人也紧跟着冲下河去,大肆屠杀在河里的人。水质顿时被弄脏了,但绝大多数人还是照样饮用这混着泥沙和鲜血的水,并为此相互争夺。
- 7.84.2τοῦ πιεῖν
冠词性不定式属格 τοῦ πιεῖν(动词 πίνω 的不定过去时不定式)修饰名词 ἐπιθυμίᾳ(“渴望”),起宾格性属格的作用。介词 ὑπό 同时支配 τῆς ταλαιπωρίας(“疲惫”)和 τοῦ πιεῖν ἐπιθυμίᾳ(意为“对饮水的渴望”,此处 ἐπιθυμίᾳ 为与格),表示迫使雅典人奔向河流的内外因。
- 7.84.3περί τε τοῖς δορατίοις καὶ σκεύεσιν
介词 περί 连用与格表示物理上的接触或纠缠,意为“被(自己的)枪矛或装备刺中或绊倒”。它生动地描绘了在狭窄河床中,士兵们因拥挤而撞在散落的武器和行李上并因此丧命的惨状。
- 7.84.4ἐν κοίλῳ ὄντι τῷ ποταμῷ
分词 ὄντι 与 τῷ ποταμῷ 一致,字面意思是“在深陷的河流中”。形容词 κοῖλος 描绘了河床如深谷或凹陷的地形。这解释了雅典人所处的地理劣势,他们被困在下方的深凹河床中,成为上方悬崖上叙拉古人易于射击的目标。
- 7.84.5περιμάχητον
动形词 περιμάχητον(源自 περιμάχομαι,“为……争夺”)意为“被争夺的”或“成为争夺目标的”。与与格 τοῖς πολλοῖς(“对大多数人而言”)连用,强调了即使水已混入泥沙和鲜血,在极端情况下,绝大多数人为了求生依然不顾一切地相互争抢。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
