- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.34.1-7.34.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
伯罗奔尼撒(科林斯)舰队与雅典舰队在埃里内乌斯附近海域爆发海战。双方互有胜负,皆自认为获胜并各自立起凯旋碑。
οἱ δὲ Πελοποννήσιοι περὶ τὸν αὐτὸν χρόνον τοῦτον οἱ ἐν ταῖς πέντε καὶ εἴκοσι ναυσίν, οἵπερ τῶν ὁλκάδων ἕνεκα τῆς ἐς Σικελίαν κομιδῆς ἀνθώρμουν πρὸς τὰς ἐν Ναυπάκτῳ ναῦς, παρασκευασάμενοι ὡς ἐπὶ ναυμαχίᾳ καὶ προσπληρώσαντες ἔτι ναῦς ὥστε ὀλίγῳ ἐλάσσους εἶναι αὐτοῖς1 τῶν Ἀττικῶν νεῶν, ὁρμίζονται κατὰ Ἐρινεὸν τῆς Ἀχαΐας ἐν τῇ Ῥυπικῇ.
与此同时,大约在同一时期,那二十五艘船上的伯罗奔尼撒人——他们此前为了保护商船运往西西里,一直停泊在诺帕克图斯的雅典船只对面——此时作好了进行海战的准备,并增配了船只,使他们的战船数量仅比雅典人的战船稍微少一点,随后停泊在阿凯亚吕皮卡地区的埃里内乌斯。
καὶ αὐτοῖς τοῦ χωρίου μηνοειδοῦς ὄντος2 ἐφ’ ᾧ ὥρμουν, ὁ μὲν πεζὸς ἑκατέρωθεν προσβεβοηθηκὼς τῶν τε Κορινθίων καὶ τῶν αὐτόθεν ξυμμάχων ἐπὶ ταῖς προανεχούσαις ἄκραις παρετέτακτο, αἱ δὲ νῆες τὸ μεταξὺ εἶχον ἐμφάρξασαι· ἦρχε δὲ τοῦ ναυτικοῦ Πολυάνθης Κορίνθιος.
由于他们停泊的地方呈新月形,两路前来增援的陆军(包括科林斯人和当地的盟友)已在向外突出的海岬上排开阵势,而战船则占据了中间的空隙,将其封锁起来。指挥这支舰队的是科林斯人波里安西斯。
οἱ δ’ Ἀθηναῖοι ἐκ τῆς Ναυπάκτου τριάκοντα ναυσὶ καὶ τρισίν (ἦρχε δὲ αὐτῶν Δίφιλος) ἐπέπλευσαν αὐτοῖς.
雅典人则率领三十三艘战船(由迪菲路斯指挥),从诺帕克图斯出发向他们驶去。
καὶ οἱ Κορίνθιοι τὸ μὲν πρῶτον ἡσύχαζον, ἔπειτα ἀρθέντος αὐτοῖς τοῦ σημείου, ἐπεὶ καιρὸς ἐδόκει εἶναι, ὥρμησαν ἐπὶ τοὺς Ἀθηναίους καὶ ἐναυμάχουν. καὶ χρόνον ἀντεῖχον πολὺν ἀλλήλοις.
科林斯人起初保持静默,随后在向他们发出信号后,因为觉得时机已到,便向雅典人发起冲锋并展开海战。双方相持了很长时间。
καὶ τῶν μὲν Κορινθίων τρεῖς νῆες διαφθείρονται, τῶν δ’ Ἀθηναίων κατέδυ μὲν οὐδεμία ἁπλῶς, ἑπτὰ δέ τινες ἄπλοι ἐγένοντο ἀντίπρῳροι ἐμβαλλόμεναι καὶ ἀναρραγεῖσαι τὰς παρεξειρεσίας3 ὑπὸ τῶν Κορινθίων νεῶν ἐπ’ αὐτὸ τοῦτο παχυτέρας τὰς ἐπωτίδας ἐχουσῶν.
科林斯人损失了三艘战船;雅典人虽然没有一艘船直接沉没,但有大约七艘船因受到正面撞击,且被为此专门加厚了锚座的科林斯战船撞毁了舷外排桨架,从而失去了航行能力。
ναυμαχήσαντες δὲ ἀντίπαλα μὲν καὶ ὡς αὐτοὺς ἑκατέρους ἀξιοῦν νικᾶν,4 ὅμως δὲ τῶν ναυαγίων κρατησάντων τῶν Ἀθηναίων διά τε τὴν τοῦ ἀνέμου ἄπωσιν αὐτῶν ἐς τὸ πέλαγος καὶ διὰ τὴν τῶν Κορινθίων οὐκέτι ἐπαναγωγήν, διεκρίθησαν ἀπ’ ἀλλήλων, καὶ δίωξις οὐδεμία ἐγένετο, οὐδ’ ἄνδρες οὐδετέρων ἑάλωσαν· οἱ μὲν γὰρ Κορίνθιοι καὶ Πελοποννήσιοι πρὸς τῇ γῇ ναυμαχοῦντες ῥᾳδίως διεσῴζοντο, τῶν δὲ Ἀθηναίων οὐδεμία κατέδυ ναῦς.
战况旗鼓相当,以至于双方都认为自己获胜。然而,由于风将残骸推向外海,且科林斯人不再出击,雅典人最终控制了残骸。随后双方各自散去,既没有发生追击,也没有任何一方有人被俘;因为科林斯人和伯罗奔尼撒人是在靠近陆地的地方作战,很容易获救,而雅典人也没有一艘船沉没。
ἀποπλευσάντων δὲ τῶν Ἀθηναίων ἐς τὴν Ναύπακτον οἱ Κορίνθιοι εὐθὺς τροπαῖον ἔστησαν ὡς νικῶντες, ὅτι πλείους τῶν ἐναντίων ναῦς ἄπλους ἐποίησαν καὶ νομίσαντες αὐτοὶ οὐχ ἡσσᾶσθαι δι’ ὅπερ οὐδ’ οἱ ἕτεροι νικᾶν·5 οἵ τε γὰρ Κορίνθιοι ἡγήσαντο κρατεῖν εἰ μὴ καὶ πολὺ ἐκρατοῦντο, οἵ τ’ Ἀθηναῖοι ἐνόμιζον ἡσσᾶσθαι ὅτι οὐ πολὺ ἐνίκων.
雅典人撤回诺帕克图斯后,科林斯人立即立起凯旋碑以示获胜,因为他们使对方更多的战船失去航行能力,并认为自己并未战败,而这也正是对方不认为自己获胜的原因。因为科林斯人认为只要没有惨败就是获胜,而雅典人则认为只要没有大胜就是失败。
ἀποπλευσάντων δὲ τῶν Πελοποννησίων καὶ τοῦ πεζοῦ διαλυθέντος οἱ Ἀθηναῖοι ἔστησαν τροπαῖον καὶ αὐτοὶ ἐν τῇ Ἀχαΐᾳ ὡς νικήσαντες,ἀπέχον τοῦ Ἐρινεοῦ, ἐν ᾧ οἱ Κορίνθιοι ὥρμουν, ὡς εἴκοσι σταδίους. καὶ ἡ μὲν ναυμαχία οὕτως ἐτελεύτα.
而在伯罗奔尼撒人撤走、陆军解散之后,雅典人也在阿凯亚境内——距离科林斯人此前停泊的埃里内乌斯约二十斯塔迪亚的地方——立起了自己的凯旋碑以示获胜。海战便如此结束了。
- 7.34.1αὐτοῖς
与格 αὐτοῖς 在结果从句 ὥστε 中的不定式 εἶναι 旁作领有与格或关系与格,指“他们的”船只数量仅比雅典人的少一点。
- 7.34.2αὐτοῖς τοῦ χωρίου μηνοειδοῦς ὄντος
与格 αὐτοῖς(关系或利害与格)与属格独立结构 τοῦ χωρίου μηνοειδοῦς ὄντος 连用,意为“对他们而言,其停泊之处呈新月形”。
- 7.34.5τὰς παρεξειρεσίας
伴随被动分词 ἀναρραγεῖσαι(被撕裂/撞毁)的关系宾格(或保留宾格),表示在“舷外排桨架”这一特定部位被撞毁。
- 7.34.6ὡς αὐτοὺς ἑκατέρους ἀξιοῦν νικᾶν
连词 ὡς 引导表示结果的不定式 ἀξιοῦν,代词对格 αὐτοὺς ἑκατέρους 作其逻辑主语。不定式 νικᾶν 则作 ἀξιοῦν 的宾语,意为“以至于他们双方各自都认为自己获胜”。
- 7.34.7δι’ ὅπερ οὐδ’ οἱ ἕτεροι νικᾶν
不定式 νικᾶν 依赖于从前文分词 νομίσαντες 中省去的心里活动动词(如 ἐνόμιζον),主语为 οἱ ἕτεροι,意为“正因如此,另一方也不[认为]自己获胜”。
