- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.25.1-7.25.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
本段记述了叙拉古在意大利拦截雅典补给、双方在港口内围绕防御木桩展开激烈争夺,以及叙拉古向盟邦通报战况并请求增援的经过。
μετὰ δὲ τοῦτο ναῦς τε ἐκπέμπουσι δώδεκα οἱ Συρακόσιοι καὶ Ἀγάθαρχον ἐπ’ αὐτῶν Συρακόσιον ἄρχοντα. καὶ αὐτῶν μία μὲν ἐς Πελοπόννησον ᾤχετο, πρέσβεις ἄγουσα οἵπερ τά τε σφέτερα φράσουσιν1 ὅτι ἐν ἐλπίσιν εἰσὶ καὶ τὸν ἐκεῖ πόλεμον ἔτι μᾶλλον ἐποτρυνοῦσι γίγνεσθαι· αἱ δ’ ἕνδεκα νῆες πρὸς τὴν Ἰταλίαν ἔπλευσαν, πυνθανόμεναι πλοῖα τοῖς Ἀθηναίοις2 γέμοντα χρημάτων προσπλεῖν.
此后,叙拉古人派出了十二艘船,并由叙拉古人阿加萨库斯担任这些船只的指挥官。其中一艘船前往伯罗奔尼撒,载着使节,前去报告他们依然充满希望,并进一步敦促在当地更积极地进行战争;其余十一艘船则驶往意大利,因为他们获悉有为雅典人装载着物资的船只正驶来。
καὶ τῶν τε πλοίων ἐπιτυχοῦσαι τὰ πολλὰ διέφθειραν καὶ ξύλα ναυπηγήσιμα ἐν τῇ Καυλωνιάτιδι κατέκαυσαν, ἃ τοῖς Ἀθηναίοις ἑτοῖμα ἦν.
在遇到这些船只后,他们摧毁了其中的大部分,并在考洛尼亚地区烧毁了为雅典人准备的造船木材。
ἔς τε Λοκροὺς μετὰ ταῦτα ἦλθον, καὶ ὁρμουσῶν αὐτῶν κατέπλευσε μία τῶν ὁλκάδων τῶν ἀπὸ Πελοποννήσου ἄγουσα Θεσπιῶν ὁπλίτας·
此后,他们前往洛克里。在他们停泊期间,一艘来自伯罗奔尼撒、载着塞斯比埃重装步兵的商船驶入港口。
καὶ ἀναλαβόντες αὐτοὺς οἱ Συρακόσιοι ἐπὶ τὰς ναῦς παρέπλεον ἐπ’ οἴκου. φυλάξαντες δ᾽ αὐτοὺς οἱ Ἀθηναῖοι εἴκοσι ναυσὶ πρὸς τοῖς Μεγάροις μίαν μὲν ναῦν λαμβάνουσιν αὐτοῖς ἀνδράσι, τὰς δ’ ἄλλας οὐκ ἐδυνήθησαν, ἀλλ’ ἀποφεύγουσιν ἐς τὰς Συρακούσας.
叙拉古人接纳他们登船,沿岸向家乡航行。但雅典人派了二十艘船在麦加拉附近设防监视他们,俘获了其中一艘船连同船员,却未能俘获其余的船只,那些船只逃回了叙拉古。
ἐγένετο δὲ καὶ περὶ τῶν σταυρῶν ἀκροβολισμὸς ἐν τῷ λιμένι, οὓς οἱ Συρακόσιοι πρὸ τῶν παλαιῶν νεωσοίκων κατέπηξαν ἐν τῇ θαλάσσῃ, ὅπως αὐτοῖς αἱ νῆες ἐντὸς ὁρμοῖεν καὶ οἱ Ἀθηναῖοι ἐπιπλέοντες μὴ βλάπτοιεν ἐμβάλλοντες.
在港口内,还发生了一场围绕木桩的冲突。这些木桩是叙拉古人打在旧船坞前的海中的,以便他们的船只可以停泊在木桩内侧,从而使雅典人在袭来时无法通过冲撞造成破坏。
προσαγαγόντες γὰρ ναῦν μυριοφόρον αὐτοῖς οἱ Ἀθηναῖοι, πύργους τε ξυλίνους ἔχουσαν καὶ παραφράγματα, ἔκ τε τῶν ἀκάτων ὤνευον ἀναδούμενοι τοὺς σταυροὺς καὶ ἀνέκλων καὶ κατακολυμβῶντες ἐξέπριον. οἱ δὲ Συρακόσιοι ἀπὸ τῶν νεωσοίκων ἔβαλλον· οἱ δ’ ἐκ τῆς ὁλκάδος ἀντέβαλλον, καὶ τέλος τοὺς πολλοὺς τῶν σταυρῶν ἀνεῖλον οἱ Ἀθηναῖοι.
因为雅典人将一艘载重一万塔兰特的、装有木塔和防御屏障的船只靠拢过去,从他们的舢板上用绳索系住木桩,用绞车将其拔出,或者将其折断,并由潜水员潜入水中将其锯断。叙拉古人从船坞射击,雅典人则从那艘大船上反击,最终雅典人清除了大部分木桩。
χαλεπωτάτη δ’ ἦν τῆς σταυρώσεως ἡ κρύφιος· ἦσαν γὰρ τῶν σταυρῶν οὓς οὐχ ὑπερέχοντας τῆς θαλάσσης κατέπηξαν, ὥστε δεινὸν ἦν προσπλεῦσαι, μὴ οὐ προϊδών3 τις ὥσπερ περὶ ἕρμα περιβάλῃ τὴν ναῦν. ἀλλὰ καὶ τούτους κολυμβηταὶ δυόμενοι ἐξέπριον μισθοῦ. ὅμως δ’ αὖθις οἱ Συρακόσιοι ἐσταύρωσαν.
然而,最棘手的是那些隐秘的木桩;因为有些木桩被打在海面以下,没有露出来,以致靠近它们非常危险,唯恐有人未能预先看见而像撞上暗礁一样使船只搁浅受损。但潜水员为了酬金而潜水将其锯断。尽管如此,叙拉古人又重新打起了木桩。
πολλὰ δὲ καὶ ἄλλα πρὸς ἀλλήλους οἷον εἰκὸς τῶν στρατοπέδων ἐγγὺς ὄντων καὶ ἀντιτεταγμένων ἐμηχανῶντο καὶ ἀκροβολισμοῖς καὶ πείραις παντοίαις ἐχρῶντο.
由于两军阵营临近且对峙,很自然地,他们互相使出了许多其他计策,并进行了各种小规模冲突和尝试。
ἔπεμψαν δὲ καὶ ἐς τὰς πόλεις πρέσβεις οἱ Συρακόσιοι Κορινθίων καὶ Ἀμπρακιωτῶν καὶ Λακεδαιμονίων, ἀγγέλλοντας τήν τε τοῦ Πλημμυρίου λῆψιν καὶ τῆς ναυμαχίας πέρι ὡς οὐ τῇ τῶν πολεμίων ἰσχύι μᾶλλον ἢ τῇ σφετέρᾳ ταραχῇ ἡσσηθεῖεν, τά τε ἄλλα [αὖ] δηλώσοντας ὅτι ἐν ἐλπίσιν εἰσὶ καὶ ἀξιώσοντας ξυμβοηθεῖν ἐπ’ αὐτοὺς καὶ ναυσὶ καὶ πεζῷ, ὡς καὶ τῶν Ἀθηναίων προσδοκίμων ὄντων ἄλλῃ στρατιᾷ καί, ἢν φθάσωσιν αὐτοὶ πρότερον διαφθείραντες τὸ παρὸν στράτευμα αὐτῶν, διαπεπολεμησόμενον. καὶ οἱ μὲν ἐν τῇ Σικελίᾳ ταῦτα ἔπρασσον.
叙拉古人还向哥林斯、安布拉基亚和拉刻代蒙的城市派出了使节,报告普莱米里翁的夺取,并说明关于海战的情况,指出他们被击败与其说是由于敌人的力量,不如说是由于他们自己的混乱;使节们还要表明他们仍然充满希望,并请求在海上和陆上提供援助,因为预料雅典人会有另一支军队到达,如果他们自己能够抢先摧毁现有的雅典军队,战争就会结束。西西里的人们便在做这些事情。
- 7.25.1οἵπερ τά τε σφέτερα φράσουσιν
关系代词 οἵπερ 后接将来直说语气 φράσουσιν 和 ἐποτρυνοῦσι,用以表示目的(“为了报告……并促使……”)。
- 7.25.1τοῖς Ἀθηναίοις
与格 τοῖς Ἀθηναίοις 表示利益或相关者(“为了雅典人”),与受分词 γέμοντα(“装载着”)支配的属格 χρημάτων(“财物/物资”)不同。
- 7.25.7μὴ οὐ προϊδών
在表示恐惧或危险的形容词 δεινόν 之后,接虚拟语气 περιβάλῃ。μὴ 表示担心(“唯恐”),而 οὐ 否定分词 προϊδών(“未能预先看见”)。
