← 修昔底德

伯罗奔尼撒战争史

§6.80.1-6.80.5

批判虚伪中立并要求共担战事

叙拉古使者警告卡马里纳人,保持中立是一项表面合理实则助长雅典侵略的自欺欺人政策,敦促他们作为多利安人团结抗敌,否则将面临奴役或长期的敌对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.80.1

ὥστε οὐχ ἁθρόους γε ὄντας εἰκὸς ἀθυμεῖν, ἰέναι δὲ ἐς τὴν ξυμμαχίαν προθυμότερον, ἄλλως τε καὶ ἀπὸ Πελοποννήσου παρεσομένης ὠφελίας, οἳ τῶνδε κρείσσους εἰσὶ τὸ παράπαν τὰ πολέμια· καὶ μὴ ἐκείνην τὴν προμηθίαν δοκεῖν τῳ ἡμῖν μὲν ἴσην εἶναι, ὑμῖν δὲ ἀσφαλῆ, τὸ μηδετέροις δὴ ὡς καὶ ἀμφοτέρων ὄντας ξυμμάχους βοηθεῖν.1

因此,当我们团结一致时,没有理由感到气馁,反而应当更加积极地加入这一同盟,尤其是因为我们还将得到来自伯罗奔尼撒的援助,他们在军事上完全优于这些雅典人。切勿让任何人认为那种所谓的“谨慎策略”——即以双方同盟国的名义对任何一方都不予援助——对我们是公平的,对你们是安全的。

§6.80.2

οὐ γὰρ ἔργῳ ἴσον ὥσπερ τῷ δικαιώματί ἐστιν. εἰ γὰρ δι’ ὑμᾶς μὴ ξυμμαχήσαντας ὅ τε παθὼν σφαλήσεται καὶ ὁ κρατῶν περιέσται, τί ἄλλο ἢ τῇ αὐτῇ ἀπουσίᾳ τοῖς μὲν οὐκ ἠμύνατε σωθῆναι,2 τοὺς δὲ οὐκ ἐκωλύσατε κακοὺς γενέσθαι; καίτοι κάλλιον τοῖς ἀδικουμένοις καὶ ἅμα ξυγγενέσι προσθεμένους τήν τε κοινὴν ὠφελίαν τῇ Σικελίᾳ φυλάξαι καὶ τοὺς Ἀθηναίους φίλους δὴ ὄντας μὴ ἐᾶσαι ἁμαρτεῖν.

因为这在实际上并不像在名义上那样公平。如果因为你们不参与结盟,受害者倒下而获胜者占据优势,你们以同样的缺席,难道不正是既没有帮助前者得救,又没有阻止后者行恶吗?然而,站在受委屈的同族人一边,共同维护西西里的整体安全,同时不让确实是你们朋友的雅典人犯下罪行,这才是高尚得多的做法。

§6.80.3

‘ξυνελόντες τε λέγομεν οἱ Συρακόσιοι ἐκδιδάσκειν μὲν οὐδὲν ἔργον εἶναι σαφῶς οὔτε ὑμᾶς οὔτε τοὺς ἄλλους περὶ ὧν αὐτοὶ οὐδὲν χεῖρον γιγνώσκετε· δεόμεθα δὲ καὶ μαρτυρόμεθα ἅμα, εἰ μὴ πείσομεν, ὅτι ἐπιβουλευόμεθα μὲν ὑπὸ Ἰώνων αἰεὶ πολεμίων, προδιδόμεθα δὲ ὑπὸ ὑμῶν Δωριῆς Δωριῶν.

“总之,我们叙拉古人要说:无论是对你们还是对其他人,对于你们自己同样了解得很清楚的事情,我们无需多作解释。但我们向你们恳求,并同时作证,如果我们不能说服你们,那么我们正在遭到我们永恒的敌人伊奥尼亚人的阴谋暗算,而你们作为多利安人,正在背叛我们这些同为多利安人的人。

§6.80.4

καὶ εἰ καταστρέψονται ἡμᾶς Ἀθηναῖοι, ταῖς μὲν ὑμετέραις γνώμαις κρατήσουσι, τῷ δ᾽ αὑτῶν ὀνόματι τιμηθήσονται, καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ἢ τὸν τὴν νίκην παρασχόντα3 λήψονται· καὶ εἰ αὖ ἡμεῖς περιεσόμεθα, τῆς αἰτίας τῶν κινδύνων οἱ αὐτοὶ τὴν τιμωρίαν ὑφέξετε.

如果雅典人征服了我们,他们将凭借你们的决定而获得胜利,但获得荣誉的将是他们自己的名字,而且他们夺取的胜利奖品,将不是别人,恰恰是那个为他们提供胜利的人。而如果我们最终幸存下来,那么作为这些危险的制造者,你们自己也将承担应有的惩罚。

§6.80.5

σκοπεῖτε οὖν καὶ αἱρεῖσθε ἤδη ἢ τὴν αὐτίκα ἀκινδύνως δουλείαν ἢ κἂν περιγενόμενοι μεθ’ ἡμῶν τούσδε τε μὴ αἰσχρῶς δεσπότας λαβεῖν καὶ τὴν πρὸς ἡμᾶς ἔχθραν μὴ ἂν βραχεῖαν γενομένην4 διαφυγεῖν.’

因此,你们现在就权衡并选择吧:是选择没有危险的眼前奴役,还是与我们一起幸存下来,从而避免耻辱地接受这些人作为主人,并避开我们之间绝不会是短期内结束的敌对关系。”

语法注4 条
  1. 6.80.1τὸ μηδετέροις δὴ ὡς καὶ ἀμφοτέρων ὄντας ξυμμάχους βοηθεῖν

    这个带冠词的不定式短语与前文的 ἐκείνην τὴν προμηθίαν(那种谨慎的策略)构成同格,具体解释其内容。它作为主动词 δοκεῖν(起命令作用的不定式)的主语。

  2. 6.80.2τοῖς μὲν οὐκ ἠμύνατε σωθῆναι

    动词 ἀμύνω 在主动语态下带与格(此处为 τοῖς μέν),意为“帮助某人”或“为某人防守”,此处接不定式 σωθῆναι 表示“帮助他们得救”。注意与后半句 τοὺς δὲ οὐκ ἐκωλύσατε 构成对比,后者的 κωλύω 支配宾格(τοὺς δέ)。

  3. 6.80.4τὸν τὴν νίκην παρασχόντα

    分词短语 τὸν ... παρασχόντα 指的是雅典人将获得的胜利奖品(ἆθλον),即卡马里纳人自身——那些通过背弃叙拉古而最终给雅典带来胜利的人。这讽刺地表明,那些帮助雅典获胜的人最终将沦为其征服的对象。

  4. 6.80.5μὴ ἂν βραχεῖαν γενομένην

    分词 γενομένην 连用助词 ἄν,表明该分词相当于条件句的结论(表示潜在可能性,或等同于 ἂν γένοιτο)。它含有“(如果产生敌对关系)绝不会是短期内结束”的意思。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.80.1-6.80.5