← 修昔底德

伯罗奔尼撒战争史

§6.55.1-6.55.4

关于希庇亚斯才是长子与真正僭主的论证

作者引用家谱与碑文,论证了希庇亚斯才是最年长的实际统治者,而希帕科斯仅仅是因为死于非命而意外获得了僭主的名声。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.55.1

ὅτι δὲ πρεσβύτατος ὢν Ἱππίας ἦρξεν,1 εἰδὼς μὲν καὶ ἀκοῇ ἀκριβέστερον ἄλλων ἰσχυρίζομαι, γνοίη δ’ ἄν τις καὶ αὐτῷ τούτῳ· παῖδες γὰρ αὐτῷ μόνῳ φαίνονται τῶν γνησίων ἀδελφῶν γενόμενοι, ὡς ὅ τε βωμὸς σημαίνει καὶ ἡ στήλη περὶ τῆς τῶν τυράννων ἀδικίας ἡ ἐν τῇ Ἀθηναίων ἀκροπόλει σταθεῖσα, ἐν ᾗ Θεσσαλοῦ μὲν οὐδ’ Ἱππάρχου οὐδεὶς παῖς γέγραπται, Ἱππίου δὲ πέντε, οἳ αὐτῷ ἐκ Μυρρίνης τῆς Καλλίου τοῦ Ὑπεροχίδου θυγατρὸς ἐγένοντο· εἰκὸς γὰρ ἦν τὸν πρεσβύτατον πρῶτον γῆμαι.

至于最年长的希庇亚斯掌权统治一事,我是凭传闻比其他人更准确地了解后断言的,而人们也可以从以下这件事实中得知这一点:在嫡出兄弟中,似乎只有他生有子女。这由那座祭坛以及立于雅典卫城上关于僭主不义行为的碑铭所证实。在这块石碑上,没有记录帖萨洛斯或希帕科斯的任何子女,却记录了希庇亚斯的五个子女,他们是乌佩罗奇德斯之子卡里阿斯的女儿米里涅为他所生的;因为最年长者最先结婚是合乎情理的。

§6.55.2

καὶ ἐν τῇ αὐτῇ στήλῃ πρῶτος γέγραπται μετὰ τὸν πατέρα, οὐδὲ τοῦτο ἀπεοικότως διὰ τὸ πρεσβεύειν τε ἀπ’ αὐτοῦ2 καὶ τυραννεῦσαι.

而且在同一块石碑上,他的名字被排在父亲之后的首位,由于他是长子且实际担任过僭主,这一点也是顺理成章的。

§6.55.3

οὐ μὴν οὐδ’ ἂν κατασχεῖν3 μοι δοκεῖ ποτὲ Ἱππίας τὸ παραχρῆμα ῥᾳδίως τὴν τυραννίδα, εἰ Ἵππαρχος μὲν ἐν τῇ ἀρχῇ ὢν ἀπέθανεν, αὐτὸς δὲ αὐθημερὸν καθίστατο· ἀλλὰ καὶ διὰ τὸ πρότερον ξύνηθες τοῖς μὲν πολίταις φοβερόν, ἐς δὲ τοὺς ἐπικούρους ἀκριβές, πολλῷ τῷ περιόντι τοῦ ἀσφαλοῦς κατεκράτησε, καὶ οὐχ ὡς ἀδελφὸς νεώτερος ὢν ἠπόρησεν,4 ἐν ᾧ οὐ πρότερον ξυνεχῶς ὡμιλήκει τῇ ἀρχῇ.

况且,如果希帕科斯是在执政期间死去的,而希庇亚斯是当天才接掌权力的,那么在我看来,希庇亚斯绝不可能在当时如此轻易地维持僭主统治。相反,正是因为他以往习惯于让公民感到畏惧,且对雇佣兵管理严明,他才得以凭借极大的安全余裕牢牢掌握政权,而不像一个未曾长期持续接触过权力的年轻弟弟那样会陷入无措的境地。

§6.55.4

Ἱππάρχῳ δὲ ξυνέβη τοῦ πάθους τῇ δυστυχίᾳ ὀνομασθέντα καὶ τὴν δόξαν τῆς τυραννίδος ἐς τὰ ἔπειτα προσλαβεῖν.5

至于希帕科斯,他只是碰巧因为死于非命的惨剧而名声大噪,从而在后世也顺带获得了曾为僭主的声望。

语法注5 条
  1. 6.55.1ὅτι δὲ πρεσβύτατος ὢν Ἱππίας ἦρξεν

    由连词 ὅτι 引导的名词性从句,作为主句动词 ἰσχυρίζομαι 的直接宾语。置于句首用以强调争论的核心观点。

  2. 6.55.2διὰ τὸ πρεσβεύειν τε ἀπ’ αὐτοῦ

    介词 διὰ 支配的带冠词不定式短语。ἀπ’ αὐτοῦ(自他即父亲算起)表示紧随父亲之后的年龄顺序,即他是最年长者。

  3. 6.55.3ἂν κατασχεῖν

    带有小词 ἄν 的不定式,在表示看法的主句动词 δοκεῖ 控制下,作为过去虚拟(与过去事实相反)条件句的归结从句。其条件从句为后文的 εἰ Ἵππαρχος... ἀπέθανεν... καθίστατο。

  4. 6.55.3ὡς ἀδελθὸς νεώτερος ὢν ἠπόρησεν

    与否定词 οὐχ 连用,引入一个假设性的比较:“他并未陷入无措,像一个(对权力不熟悉的)年轻弟弟那样(在那种情况下会陷入无措)”。

  5. 6.55.4Ἱππάρχῳ δὲ ξυνέβη... ὀνομασθέντα... προσλαβεῖν

    无人称动词 ξυνέβη 支配与格 Ἱππάρχῳ,但修饰不定式 προσλαβεῖν 逻辑主语的分词 ὀνομασθέντα 却采用了宾格。这是一个句法破格(anacoluthon)的例子,其中不定式默认的宾格主语要求优先于与格的一致关系。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.55.1-6.55.4