- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.103.1-6.103.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
雅典联军汇合后修筑双重包围壁孤立叙拉古,并获得补给和新盟友。陷入绝境并产生内讧的叙拉古人尝试进行和平交涉,并撤换了现任将军。
μετὰ δὲ τοῦτο οἱ Ἀθηναῖοι τροπαῖον ἔστησαν καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Συρακοσίοις καὶ τοὺς μετὰ Λαμάχου καὶ αὐτὸν1 ἐκομίσαντο· καὶ παρόντος ἤδη σφίσι παντὸς τοῦ στρατεύματος καὶ τοῦ ναυτικοῦ καὶ τοῦ πεζοῦ, ἀπὸ τῶν Ἐπιπολῶν καὶ τοῦ κρημνώδους ἀρξάμενοι ἀπετείχιζον μέχρι τῆς θαλάσσης τείχει διπλῷ τοὺς Συρακοσίους.
在此之后,雅典人树立了战胜纪念碑,并在休战协定下将死者遗体交还给叙拉古人,同时收回了与拉马科斯一同阵亡者及拉马科斯本人的遗体。由于他们的全部军队,包括海军和陆军,此时已与他们汇合,他们便从埃皮波莱和悬崖处开始,用双重包围壁将叙拉古人一直阻隔到海边。
τὰ δ’ ἐπιτήδεια τῇ στρατιᾷ ἐσήγετο ἐκ τῆς Ἰταλίας πανταχόθεν. ἦλθον δὲ καὶ τῶν Σικελῶν πολλοὶ ξύμμαχοι τοῖς Ἀθηναίοις, οἳ πρότερον περιεωρῶντο, καὶ ἐκ τῆς Τυρσηνίας νῆες πεντηκόντοροι τρεῖς. καὶ τἆλλα προυχώρει αὐτοῖς ἐς ἐλπίδας.
与此同时,军队所需的粮食从意大利各地运来。许多此前保持观望的西西里人也作为盟友来到雅典人这一边,此外还有来自蒂尔塞尼亚的三艘五十桨船。其他事情也都按照他们的期望顺利进展。
καὶ γὰρ οἱ Συρακόσιοι πολέμῳ μὲν οὐκέτι ἐνόμιζον ἂν περιγενέσθαι,2 ὡς αὐτοῖς οὐδὲ ἀπὸ τῆς Πελοποννήσου ὠφελία οὐδεμία ἧκε, τοὺς δὲ λόγους ἔν τε σφίσιν αὐτοῖς ἐποιοῦντο ξυμβατικοὺς καὶ πρὸς τὸν Νικίαν· οὗτος γὰρ δὴ μόνος εἶχε Λαμάχου τεθνεῶτος τὴν ἀρχήν.
因为叙拉古人认为自己在战争中已无法取胜,因为甚至连伯罗奔尼撒也没有任何援助到达他们手中;他们不仅在彼此之间,也向尼西阿斯提出了和平谈判的建议,因为在拉马科斯战死后,确实只有他一人掌握着指挥权。
καὶ κύρωσις μὲν οὐδεμία ἐγίγνετο, οἷα δὲ εἰκὸς3 ἀνθρώπων ἀπορούντων καὶ μᾶλλον ἢ πρὶν πολιορκουμένων, πολλὰ ἐλέγετο πρός τε ἐκεῖνον καὶ πλείω ἔτι κατὰ τὴν πόλιν. καὶ γάρ τινα καὶ ὑποψίαν ὑπὸ τῶν παρόντων κακῶν ἐς ἀλλήλους εἶχον, καὶ τοὺς στρατηγούς τε ἐφ᾽ ὧν αὐτοῖς ταῦτα ξυνέβη ἔπαυσαν, ὡς ἢ δυστυχίᾳ ἢ προδοσίᾳ τῇ ἐκείνων βλαπτόμενοι, καὶ ἄλλους ἀνθείλοντο, Ἡρακλείδην καὶ Εὐκλέα καὶ Τελλίαν.
虽然没有达成任何最终决定,但正如在处境困难且遭受比以前更严密包围的人们中所常见的那样,有许多提议被提交给尼西阿斯,城内的讨论更是层出不穷。因为由于眼前的困境,他们彼此之间也产生了一些怀疑,并且罢免了在任内发生这些变故的将军们,认为自己受到了这些人的不运或背叛的损害,并另选了赫拉克雷德斯、欧克勒斯和特利亚斯来接替他们。
- 6.103.1τοὺς μετὰ Λαμάχου καὶ αὐτόν
τοὺς μετὰ Λαμάχου 指的是“与拉马科斯在一起的人”(即与他一同阵亡的士兵),而 αὐτόν 指的是“他本人”(拉马科斯)。这指的是收回在之前的战斗(第101章)中与将军拉马科斯一同牺牲的少数雅典士兵的遗体。
- 6.103.3ἂν περιγενέσθαι
动词 ἐνόμιζον 的宾语不定式结构,并带有语气词 ἂν。这代表了从直接引语中的 ἂν περιγενοίμεθα(表示潜在可能性的祈愿语气,“我们能够取胜”)向间接引语的不定式转换,在此表达一种推测:“他们(再也)无法取胜”。
- 6.103.4οἷα δὲ εἰκὸς
οἷα 是中性复数宾语,用作副词,构成一个插入语,意为“在……情况下是很自然/常见的”。在 εἰκός 后面省略了系动词(ἐστί),随后的属格名词短语(ἀνθρώπων ἀπορούντων...)依赖于 εἰκός,起到了“对于处于困境中的人来说是典型/自然的事”的作用。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
