- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.102.1-6.102.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
叙拉古人企图进攻埃皮波莱上的雅典圆城,但因病留守的尼西阿斯通过纵火焚烧器械和木材成功阻止了他们,随着雅典援军和舰队的抵达,叙拉古全军撤回城内。
ἐν τούτῳ δὲ οἱ πρὸς τὴν πόλιν αὐτῶν τὸ πρῶτον καταφυγόντες ὡς ἑώρων ταῦτα γιγνόμενα, αὐτοί τε πάλιν ἀπὸ τῆς πόλεως ἀναθαρσήσαντες ἀντετάξαντο πρὸς τοὺς κατὰ σφᾶς Ἀθηναίους, καὶ μέρος τι αὑτῶν πέμπουσιν ἐπὶ τὸν κύκλον τὸν ἐπὶ ταῖς Ἐπιπολαῖς, ἡγούμενοι ἐρῆμον1 αἱρήσειν.
与此同时,起初逃入市内的那部分叙拉古人,看到这些情况发生,便再次在市内恢复了勇气,整队迎击他们面前的雅典人,并且派遣了他们之中的一部分人前往埃皮波莱上的圆城,以为那座圆城空无一人,可以轻易夺取。
καὶ τὸ μὲν δεκάπλεθρον προτείχισμα αὐτῶν αἱροῦσι καὶ διεπόρθησαν, αὐτὸν δὲ τὸν κύκλον Νικίας διεκώλυσεν· ἔτυχε γὰρ ἐν αὐτῷ δι’ ἀσθένειαν ὑπολελειμμένος. τὰς γὰρ μηχανὰς καὶ ξύλα ὅσα πρὸ τοῦ τείχους ἦν καταβεβλημένα, ἐμπρῆσαι τοὺς ὑπηρέτας ἐκέλευσεν, ὡς ἔγνω ἀδυνάτους ἐσομένους2 ἐρημίᾳ ἀνδρῶν ἄλλῳ τρόπῳ περιγενέσθαι.
他们夺取并破坏了雅典人那座长达十普勒特戎的前卫壁,但尼西阿斯阻止了他们夺取圆城本身;因为他当时因病正留守在其中。当他意识到由于缺乏人手,用其他办法将无法抵御时,他便命令侍从们放火焚烧放在墙前的攻城器械和所有木材。
καὶ ξυνέβη οὕτως· οὐ γὰρ ἔτι προσῆλθον οἱ Συρακόσιοι διὰ τὸ πῦρ, ἀλλὰ ἀπεχώρουν πάλιν. καὶ γὰρ πρός τε τὸν κύκλον βοήθεια ἤδη κάτωθεν τῶν Ἀθηναίων ἀποδιωξάντων τοὺς ἐκεῖ ἐπανῄει, καὶ αἱ νῆες ἅμα αὐτῶν ἐκ τῆς Θάψου, ὥσπερ εἴρητο, κατέπλεον ἐς τὸν μέγαν λιμένα.
事情果然如此。因为叙拉古人由于火势无法再前进,而是再次退却。因为此时,一方面雅典人在击退那里的敌人后,已经从下面返回并上山支援圆城,同时他们的舰队也正如前文所说,正从塔普索斯驶入大港。
ἃ ὁρῶντες οἱ ἄνωθεν κατὰ τάχος ἀπῇσαν καὶ ἡ ξύμπασα στρατιὰ τῶν Συρακοσίων ἐς τὴν πόλιν, νομίσαντες μὴ ἂν ἔτι ἀπὸ τῆς παρούσης σφίσι δυνάμεως ἱκανοὶ γενέσθαι3 κωλῦσαι τὸν ἐπὶ τὴν θάλασσαν τειχισμόν.
山上的那些人以及叙拉古人的全军看到这些情况,便迅速撤回城内,因为他们认为凭他们现有的力量,已无法再阻止雅典人将包围壁修筑到海边。
- 6.102.1ἐρῆμον
形容词 ἐρῆμος 的单数阳性宾格,用作不定式 αἱρήσειν 的省略宾语(即 τὸν κύκλον “圆城”)的宾语补足语。意为“认为圆城在空无一人的情况下可以被夺取”。
- 6.102.2ὡς ἔγνω ἀδυνάτους ἐσομένους
由连接词 ὡς(此处表原因,“因为/当……时”)引导的从句。过去时动词 ἔγνω 后接宾格将来分词短语 ἀδυνάτους ἐσομένους 作为补足分词,构成间接陈述:“当他间接意识到(他们)将无法……时”。
- 6.102.4μὴ ἂν ἔτι ἀπὸ τῆς παρούσης σφίσι δυνάμεως ἱκανοὶ γενέσθαι
依赖于分词 νομίσαντες 的不定式结构。ἂν 与不定式 γενέσθαι 结合,代表直接引语中的 ἂν + 祈愿语气(潜在可能)或 ἂν + 直说语气过去时在间接引语中的体现,表示推测或可能性:“认为他们将不再能够……”。否定词 μὴ 否定该不定式。
