- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.64.1-5.64.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
得悉特革亚即将背叛投向阿耳戈斯后,斯巴达迅速总动员包括黑劳士在内的大军赶往特革亚,同时召集盟友并入侵曼提尼亚领土。
ἐν τούτῳ δ’ ἀφικνεῖται αὐτοῖς ἀγγελία παρὰ τῶν ἐπιτηδείων ἐκ Τεγέας ὅτι, εἰ μὴ παρέσονται ἐν τάχει, ἀποστήσεται αὐτῶν Τεγέα πρὸς Ἀργείους καὶ τοὺς ξυμμάχους καὶ ὅσον οὐκ1 ἀφέστηκεν.
在此期间,特革亚的友好人士向他们送来消息,称如果他们不迅速赶到,特革亚就会背叛他们而投向阿耳戈斯人及其盟友,而且实际上已经几乎背叛了。
ἐνταῦθα δὴ βοήθεια τῶν Λακεδαιμονίων γίγνεται αὐτῶν τε καὶ τῶν Εἱλώτων πανδημεὶ ὀξεῖα καὶ οἵα οὔπω πρότερον.
于是,拉栖代梦人立即动员了自己的人马和黑劳士,实行了前所未有的迅速且全面的紧急出兵。
ἐχώρουν δὲ ἐς Ὀρέσθειον τῆς Μαιναλίας· καὶ τοῖς μὲν Ἀρκάδων σφετέροις οὖσι ξυμμάχοις προεῖπον ἁθροισθεῖσιν ἰέναι κατὰ πόδας αὐτῶν ἐς Τεγέαν, αὐτοὶ δὲ μέχρι μὲν τοῦ Ὀρεσθείου πάντες ἐλθόντες, ἐκεῖθεν δὲ τὸ ἕκτον μέρος σφῶν αὐτῶν ἀποπέμψαντες ἐπ᾽ οἴκου, ἐν ᾧ τὸ πρεσβύτερόν τε καὶ τὸ νεώτερον ἦν, ὥστε τὰ οἴκοι φρουρεῖν, τῷ λοιπῷ στρατεύματι ἀφικνοῦνται ἐς Τεγέαν. καὶ οὐ πολλῷ ὕστερον οἱ ξύμμαχοι ἀπ’ Ἀρκάδων παρῆσαν.
他们向迈纳利亚的奥雷斯泰翁进军;并预先通知那些身为其盟友的阿卡迪亚人集结起来,紧随其后前往特革亚。他们自己全体行进到奥雷斯泰翁,随后将自己兵力的六分之一(其中包括最年长者和最年少者)送回国内以防守后方,而带着其余的军队抵达了特革亚。不久之后,来自阿卡迪亚的盟军也到达了。
πέμπουσι δὲ καὶ ἐς τὴν Κόρινθον καὶ Βοιωτοὺς καὶ Φωκέας καὶ Λοκρούς, βοηθεῖν κελεύοντες κατὰ τάχος ἐς Μαντίνειαν. ἀλλὰ τοῖς μὲν ἐξ ὀλίγου2 τε ἐγίγνετο, καὶ οὐ ῥᾴδιον ἦν μὴ ἁθρόοις3 καὶ ἀλλήλους περιμείνασι διελθεῖν τὴν πολεμίαν (ξυνέκλῃε γὰρ διὰ μέσου), ὅμως δὲ ἠπείγοντο.
他们还派人去科林斯、波奥蒂亚人、福基斯人和洛克里斯人那里,要求他们火速前往曼提尼亚救援。但对这些人来说,这属于临时紧急通知,且如果不集结成军并互相等待,就很难通过敌方领土(因为敌国领土阻隔在中间),但他们仍然尽力赶路。
Λακεδαιμόνιοι δὲ ἀναλαβόντες τοὺς παρόντας Ἀρκάδων ξυμμάχους ἐσέβαλον ἐς τὴν Μαντινικήν, καὶ στρατοπεδευσάμενοι πρὸς τῷ Ἡρακλείῳ ἐδῄουν τὴν γῆν.
拉栖代梦人带领着已到达的阿卡迪亚盟军侵入曼提尼亚领土,并在赫拉克勒斯神庙旁扎营,蹂躏了该地。
- 5.64.1ὅσον οὐκ
意为“几乎”、“差一点就”的惯用词组。由关系代词 ὅσον 与否定词 οὐ 结合而成,字面意思是“只有不……的那一点点”,表示事实上已经达到了某种状态。
- 5.64.4ἐξ ὀλίγου
介词短语,意为“突然”、“仓促”或“通知时间短”。在此修饰 ἐγίγνετο(作无人称使用,或以有前文的“救援请求”为主语),说明对盟国而言,这次出征要求来得十分突然,准备时间极短。
- 5.64.4μὴ ἁθρόοις
否定词 μή 与与格形容词 ἁθρόοις 结合,表示条件(“如果不集结成军”)。与格与 οὐ ῥᾴδιον ἦν 后面省略的与格逻辑主语一致,充当不定式 διελθεῖν 的逻辑主语。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
