← 修昔底德

伯罗奔尼撒战争史

§5.46.1-5.46.5

尼基阿斯出使失败与雅典阿耳戈斯结盟

尼基阿斯说服雅典人向拉刻代蒙派遣使团,但拉刻代蒙拒绝了废除与波奥蒂亚盟约的要求,仅更新了誓言。使团无功而返后,失望的雅典人在阿尔西比亚德斯的引导下立即与阿耳戈斯等国结盟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.46.1

τῇ δ’ ὑστεραίᾳ ἐκκλησίᾳ ὁ Νικίας, καίπερ τῶν Λακεδαιμονίων αὐτῶν ἠπατημένων καὶ αὐτὸς ἐξηπατημένος1 περὶ τοῦ μὴ αὐτοκράτορας ὁμολογῆσαι ἥκειν,2 ὅμως τοῖς Λακεδαιμονίοις ἔφη χρῆναι φίλους μᾶλλον γίγνεσθαι, καὶ ἐπισχόντας τὰ πρὸς Ἀργείους πέμψαι ἔτι ὡς αὐτοὺς καὶ εἰδέναι ὅτι διανοοῦνται, λέγων ἐν μὲν τῷ σφετέρῳ καλῷ, ἐν δὲ τῷ ἐκείνων ἀπρεπεῖ τὸν πόλεμον ἀναβάλλεσθαι· σφίσι μὲν γὰρ εὖ ἑστώτων τῶν πραγμάτων ὡς ἐπὶ πλεῖστον ἄριστον εἶναι διασώσασθαι τὴν εὐπραγίαν, ἐκείνοις δὲ δυστυχοῦσιν ὅτι τάχιστα εὕρημα εἶναι διακινδυνεῦσαι.

在次日的公民大会上,尽管拉刻代蒙人自己受到了欺骗,而尼基阿斯本人也因他们否认作为全权代表而来而受到了欺骗,但他仍然主张应当与拉刻代蒙人保持友好,并暂缓与阿耳戈斯人的事务,再次派遣使者去他们那里,以查明他们的意图。他解释说,在己方有利而对方失体面的时候推迟战争是合适的;因为在己方局势良好时,尽可能长久地保持繁荣是最好的,而对于处于逆境的他们来说,尽快冒险则是求之不得的。

§5.46.2

ἔπεισέ τε πέμψαι πρέσβεις, ὧν καὶ αὐτὸς ἦν, κελεύσοντας Λακεδαιμονίους, εἴ τι δίκαιον διανοοῦνται, Πάνακτόν τε ὀρθὸν3 ἀποδιδόναι καὶ Ἀμφίπολιν, καὶ τὴν Βοιωτῶν ξυμμαχίαν ἀνεῖναι, ἢν μὴ ἐς τὰς σπονδὰς ἐσίωσι, καθάπερ εἴρητο ἄνευ ἀλλήλων μηδενὶ ξυμβαίνειν.

他劝说人们派遣使者,他本人也是其中之一,去要求拉刻代蒙人如果真有诚意,就应当完好地归还帕纳克托姆和安菲波利斯,并放弃与波奥蒂亚人的盟约,如果他们不加入条约的话,正如先前所约定的,未经双方同意不得与任何人结盟。

§5.46.3

εἰπεῖν τε ἐκέλευον ὅτι καὶ σφεῖς, εἰ ἐβούλοντο ἀδικεῖν, ἤδη ἂν Ἀργείους ξυμμάχους πεποιῆσθαι,4 ὡς παρεῖναί γ’ αὐτοὺς αὐτοῦ τούτου ἕνεκα. εἴ τέ τι ἄλλο ἐνεκάλουν, πάντα ἐπιστείλαντες ἀπέπεμψαν τοὺς περὶ τὸν Νικίαν πρέσβεις.

他们还命使者转告说,如果他们想要行不义之事,早就可以与阿耳戈斯人结盟了,因为对方正是为此而来的。在交代了其他所有申诉的事项后,他们派遣了以尼基阿斯为首的使团。

§5.46.4

καὶ ἀφικομένων αὐτῶν καὶ ἀπαγγειλάντων τά τε ἄλλα καὶ τέλος εἰπόντων ὅτι εἰ μὴ τὴν ξυμμαχίαν ἀνήσουσι Βοιωτοῖς μὴ ἐσιοῦσιν ἐς τὰς σπονδάς, ποιήσονται καὶ αὐτοὶ Ἀργείους καὶ τοὺς μετ’ αὐτῶν ξυμμάχους, τὴν μὲν ξυμμαχίαν οἱ Λακεδαιμόνιοι Βοιωτοῖς οὐκ ἔφασαν ἀνήσειν, ἐπικρατούντων τῶν περὶ τὸν Ξενάρη τὸν ἔφορον5 ταῦτα γίγνεσθαι καὶ ὅσοι ἄλλοι τῆς αὐτῆς γνώμης ἦσαν, τοὺς δὲ ὅρκους δεομένου Νικίου ἀνενεώσαντο· ἐφοβεῖτο γὰρ μὴ πάντα ἀτελῆ ἔχων ἀπέλθῃ καὶ διαβληθῇ, ὅπερ καὶ ἐγένετο, αἴτιος δοκῶν εἶναι τῶν πρὸς Λακεδαιμονίους σπονδῶν.

当他们抵达并报告了其他事务,最后声明如果拉刻代蒙人不放弃与不加入条约的波奥蒂亚人的盟约,他们自己也将与阿耳戈斯人及其盟友结盟时,拉刻代蒙人拒绝放弃与波奥蒂亚人的盟约,因为监察官克塞纳雷斯及其同党占了上风。但在尼基阿斯的请求下,他们更新了誓言;因为尼基阿斯害怕自己一无所成地回去并遭到诋毁,事情果然如此发生,他被认为是与拉刻代蒙人签订和约的主谋。

§5.46.5

ἀναχωρήσαντός τε αὐτοῦ ὡς ἤκουσαν οἱ Ἀθηναῖοι οὐδὲν ἐκ τῆς Λακεδαίμονος πεπραγμένον, εὐθὺς δι’ ὀργῆς εἶχον, καὶ νομίζοντες ἀδικεῖσθαι (ἔτυχον γὰρ παρόντες οἱ Ἀργεῖοι καὶ οἱ ξύμμαχοι) παραγαγόντος Ἀλκιβιάδου ἐποιήσαντο σπονδὰς καὶ ξυμμαχίαν πρὸς αὐτοὺς τήνδε.

当他返回,雅典人听说在拉刻代蒙一无所获时,立即大为光火;他们认为自己受到了欺骗(当时阿耳戈斯人及其盟友正好在场),在阿尔西比亚德斯的引荐下,与他们缔结了如下的和约与同盟。

语法注5 条
  1. 5.46.1καὶ αὐτὸς ἐξηπατημένος

    主格分词 ἐξηπατημένος 与前文的属格绝对结构 τῶν Λακεδαιμονίων αὐτῶν ἠπατημένων 并列,共同带有表示让步的虚词 καίπερ 的作用。由于其指代主句主语尼基阿斯(ὁ Νικίας),因而使用主格。

  2. 5.46.1τοῦ μὴ αὐτοκράτορας ὁμολογῆσαι ἥκειν

    受前置词 περί 支配的属格冠词性不定式(τοῦ ὁμολογῆσαι),并由 μὴ 否定。该否定表示拉刻代蒙人“不承认”自己是作为全权代表而来的。ἥκειν 是 ὁμολογῆσαι 的补充不定式。

  3. 5.46.2ὀρθὸν

    形容词 ὀρθός 对前行的宾格名词 Πάνακτον 作谓语性修饰,意为“完好无损地”或“在未被拆毁的状态下”。这反映了雅典人针对波奥蒂亚人试图拆毁要塞后再行归还的行为而提出的对立要求。

  4. 5.46.3ἤδη ἂν Ἀργείους ξυμμάχους πεποιῆσθαι

    间接引语中 ἂν 搭配完成时不定式 πεποιῆσθαι 的构型,代替了直接引语中过去相反事实条件句的结论(即直说法语过去时 + ἂν:ἤδη ἂν ... ἐπεποίηντο,“早就会同盟了”)。其条件从句为前文的 εἰ ἐβούλοντο ἀδικεῖν(“如果他们想要行不义的话”)。

  5. 5.46.4ἐπικρατούντων τῶν περὶ τὸν Ξενάρη τὸν ἔφορον

    属格绝对结构。短语 οἱ περὶ τὸν Ξενάρη 是一种惯用表达,指“克塞纳雷斯及其党羽(立场一致的人)”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.46.1-5.46.5