- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.45.1-5.45.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
阿尔西比亚德斯设计诱使拉刻代蒙使节在公民大会上否认其全权代表身份。使节们中计改口令雅典人极其愤怒并倾向与阿耳戈斯结盟,但公民大会因地震被迫推迟。
καὶ λέγοντες ἐν τῇ βουλῇ περί τε τούτων καὶ ὡς αὐτοκράτορες ἥκουσι περὶ πάντων ξυμβῆναι τῶν διαφόρων, τὸν Ἀλκιβιάδην ἐφόβουν1 μὴ καί, ἢν ἐς τὸν δῆμον ταῦτα λέγωσιν, ἐπαγάγωνται τὸ πλῆθος καὶ ἀπωσθῇ ἡ Ἀργείων ξυμμαχία.
他们在议事会中阐述了这些事宜,并声明他们是作为全权代表而来,旨在就所有争议达成协议。这引起了阿尔西比亚德斯的恐慌,担心如果他们对公民大会也说同样的话,就会争取到大众的支持,从而使与阿耳戈斯人的结盟遭到拒绝。
μηχανᾶται δὲ πρὸς αὐτοὺς τοιόνδε τι ὁ Ἀλκιβιάδης· τοὺς Λακεδαιμονίους πείθει πίστιν αὐτοῖς δούς, ἢν μὴ ὁμολογήσωσιν ἐν τῷ δήμῳ αὐτοκράτορες ἥκειν, Πύλον τε αὐτοῖς ἀποδώσειν (πείσειν γὰρ αὐτὸς Ἀθηναίους, ὥσπερ καὶ νῦν ἀντιλέγειν)2 καὶ τἆλλα ξυναλλάξειν.
于是阿尔西比亚德斯对他们施展了如下计谋:他向拉刻代蒙人作出保证,说服他们如果在公民大会上不承认自己是作为全权代表而来的话,他就会归还皮洛斯给他们(因为他自己会去说服雅典人,正如他现在极力反对的那样),并就其他事务与他们达成和解。
βουλόμενος δὲ αὐτοὺς Νικίου τε ἀποστῆσαι ταῦτα ἔπρασσε3 καὶ ὅπως ἐν τῷ δήμῳ διαβαλὼν αὐτοὺς ὡς οὐδὲν ἀληθὲς ἐν νῷ ἔχουσιν οὐδὲ λέγουσιν οὐδέποτε ταὐτά, τοὺς Ἀργείους καὶ Ἠλείους καὶ Μαντινέας ξυμμάχους ποιήσῃ. καὶ ἐγένετο οὕτως.
他这样做是因为他希望使他们与尼基阿斯疏远,同时也是为了在公民大会上指责他们毫无诚意且言行不一,从而使阿耳戈斯人、伊利斯人和曼提尼亚人成为盟友。事情果然如此发展。
ἐπειδὴ γὰρ ἐς τὸν δῆμον παρελθόντες καὶ ἐπερωτώμενοι οὐκ ἔφασαν ὥσπερ ἐν τῇ βουλῇ αὐτοκράτορες ἥκειν, οἱ Ἀθηναῖοι οὐκέτι ἠνείχοντο, ἀλλὰ τοῦ Ἀλκιβιάδου πολλῷ μᾶλλον ἢ πρότερον καταβοῶντος τῶν Λακεδαιμονίων ἐσήκουόν τε καὶ ἑτοῖμοι ἦσαν εὐθὺς παραγαγόντες τοὺς Ἀργείους καὶ τοὺς μετ’ αὐτῶν ξυμμάχους ποιεῖσθαι· σεισμοῦ δὲ γενομένου πρίν τι ἐπικυρωθῆναι, ἡ ἐκκλησία αὕτη ἀνεβλήθη.
因为当他们来到公民大会并接受质询时,他们并没有像在议事会中那样承认自己是作为全权代表而来的,雅典人便再也无法容忍他们,而是听从了阿尔西比亚德斯比以往更加激烈地对拉刻代蒙人的谴责,并准备立即召入阿耳戈斯人及其盟友并与他们结盟。然而,在任何决议获得批准之前发生了一场地震,这次公民大会因此被推迟。
- 5.45.1ἐφόβουν
动词 φόβεω 的未完成过去时主动语气第三人称复数形式。其主语是前述的“拉刻代蒙人使节”(分词 λέγοντες 的指代对象),直接宾语是 τὸν Ἀλκιβιάδην。这意味着“使节们(通过其言论)使阿尔西比亚德斯感到恐慌”,而非“阿尔西比亚德斯害怕使节们”。
- 5.45.2ἀντιλέγειν
在由 γάρ 引导的括号解释性原因子句中,在间接引语的影响下,使用不定式代替了直陈式。其逻辑主语是通过前文的将来时不定式 πείσειν 补充的 αὐτός(阿尔西比亚德斯本人),表示“正如他本人现在所极力反对的那样”。
- 5.45.3ταῦτα ἔπρασσε
主句的谓语动词。原因分词短语 βουλόμενος... ἀποστῆσαι 与由 ὅπως... ποιήσῃ(虚拟语气)引导的目的子句通过 καί 并列连接。由于目的子句内部又插入了分词短语 διαβαλὼν αὐτοὺς... 及其宾语 ὡς 子句(间接引语),整句的骨骼结构为:“他做这些事,一方面是因为希望[A],另一方面是为了[B]。”
