- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.23.1-5.23.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
提供了雅典与拉刻代蒙(斯巴达)之间结成五十年同盟的具体条款,包括共同防御、协助镇压奴隶起义、每年更新誓言的程序、建立石碑以及条约修正程序。
‘κατὰ τάδε ξύμμαχοι ἔσονται Λακεδαιμόνιοι 〈καὶ Ἀθηναῖοι〉 πεντήκοντα ἔτη. ἢν [δέ] τινες ἴωσιν ἐς τὴν γῆν πολέμιοι τὴν Λακεδαιμονίων καὶ κακῶς ποιῶσι Λακεδαιμονίους, ὠφελεῖν1 Ἀθηναίους Λακεδαιμονίους τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν· ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπὸ ἀμφοτέρων, καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε. ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως.
“拉刻代蒙人与〈雅典人〉将根据以下条款结为五十年的同盟。如果有任何敌人侵入拉刻代蒙人的领土并给拉刻代蒙人带来危害,雅典人应尽其所能,以最强有力的方式援助拉刻代蒙人;如果敌人蹂躏该地后撤离,该城邦应成为拉刻代蒙人和雅典人共同的敌人,并遭受双方的打击,且两城邦应同时结束对该邦的战争。这些条款应以公正、积极且无欺诈的方式予以遵守。
καὶ ἤν τινες ἐς τὴν Ἀθηναίων γῆν ἴωσι πολέμιοι καὶ κακῶς ποιῶσιν Ἀθηναίους, ὠφελεῖν Λακεδαιμονίους 〈Ἀθηναίους 〉 τρόπῳ ὅτῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν· ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπ’ ἀμφοτέρων, καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε.
如果有任何敌人侵入雅典人的领土并给雅典人带来危害,拉刻代蒙人应尽其所能,以最强有力的方式援助〈雅典人〉;如果敌人蹂躏该地后撤离,该城邦应成为拉刻代蒙人和雅典人共同的敌人,并遭受双方的打击,且两城邦应同时结束对该邦的战争。
ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως. ἢν δὲ ἡ δουλεία2 ἐπανιστῆται, ἐπικουρεῖν Ἀθηναίους Λακεδαιμονίοις παντὶ σθένει κατὰ τὸ δυνατόν.
这些条款应以公正、积极且无欺诈的方式予以遵守。如果奴隶发生起义,雅典人应尽其所能,用全部力量救援拉刻代蒙人。
ὀμοῦνται δὲ ταῦτα οἵπερ καὶ τὰς ἄλλας σπονδὰς ὤμνυον ἑκατέρων. ἀνανεοῦσθαι δὲ 〈τὸν ὅρκον〉 κατ’ ἐνιαυτὸν Λακεδαιμονίους μὲν ἰόντας ἐς Ἀθήνας πρὸς τὰ Διονύσια, Ἀθηναίους δὲ ἰόντας ἐς Λακεδαίμονα πρὸς τὰ Ὑακίνθια.
双方应由当初对另一项条约宣誓的相同人员来对本条约宣誓。盟约应每年更新〈誓言〉,拉刻代蒙人在酒神节时前往雅典,雅典人在雅辛托斯节时前往拉刻代蒙。
στήλην δὲ ἑκατέρους στῆσαι, τὴν μὲν ἐν Λακεδαίμονι παρ’ Ἀπόλλωνι ἐν Ἀμυκλαίῳ, τὴν δὲ ἐν Ἀθήναις ἐν πόλει παρ’ Ἀθηνᾷ.
双方应各自树立一块石碑,一块在拉刻代蒙阿米克莱翁的阿波罗神庙旁,另一块在雅典卫城的雅典娜神庙旁。
ἢν δέ τι δοκῇ Λακεδαιμονίοις καὶ Ἀθηναίοις προσθεῖναι καὶ ἀφελεῖν περὶ τῆς ξυμμαχίας, ὅτι ἂν δοκῇ, εὔορκον ἀμφοτέροις εἶναι.3
如果拉刻代蒙人和雅典人认为有必要对该同盟关系增加或删减任何内容,则双方所同意的任何修改均不视为违背誓言。”
- 5.23.1ὠφελεῖν
条约条款中的命令式不定式(imperative infinitive),用以表达法律义务或指令,省略了表示决定或义务的主控动词。本章后续条文中的不定式(如 εἶναι, πάσχειν, καταλύειν, ἐπικουρεῖν, ἀνανεοῦσθαι, στῆσαι 等)均延续了这一用法。
- 5.23.3ἡ δουλεία
抽象名词“奴役状态”(ἡ δουλεία)在此被集合地用作代指“奴隶群体”,特指拉刻代蒙的黑劳士(helots)。这表明了一项至关重要的协议,即雅典承诺协助镇压斯巴达时刻担忧的黑劳士起义。
- 5.23.6εὔορκον ἀμφοτέροις εἶναι
使用形容词 εὔορκος(守誓的、未违背誓言的)的无人称表达。意为“这对双方而言都符合誓言(即不视为违誓)”,在条约语境中构成了一个修正条款,在法律上允许未来经双方同意对条约内容进行增删。
