- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.20.1-5.20.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-01
作者指出和约是在战争爆发整整十年零几天后缔结的,并论证说按夏冬两季计算时间比依赖年度官职名单更为准确。
αὗται αἱ σπονδαὶ ἐγένοντο τελευτῶντος τοῦ χειμῶνος ἅμα ἦρι, ἐκ Διονυσίων εὐθὺς τῶν ἀστικῶν, αὐτόδεκα ἐτῶν διελθόντων καὶ ἡμερῶν ὀλίγων παρενεγκουσῶν1 ἢ ὡς2 τὸ πρῶτον ἡ ἐσβολὴ ἡ ἐς τὴν Ἀττικὴν καὶ ἡ ἀρχὴ τοῦ πολέμου τοῦδε ἐγένετο.
此和约是在冬季结束、春季开始之际,紧接在城市迪奥尼西亚节之后缔结的。此时距离最初侵入阿提卡以及这场战争开始,刚好过去了十年零几天。
σκοπείτω δέ τις κατὰ τοὺς χρόνους καὶ μὴ τῶν ἑκασταχοῦ ἢ ἀρχόντων ἢ ἀπὸ τιμῆς τινὸς ἐς τὰ προγεγενημένα σημαινόντων3 τὴν ἀπαρίθμησιν τῶν ὀνομάτων πιστεύσας μᾶλλον. οὐ γὰρ ἀκριβές ἐστιν, οἷς4 καὶ ἀρχομένοις καὶ μεσοῦσι καὶ ὅπως ἔτυχέ τῳ ἐπεγένετό τι.
人们应当根据时间来考察事件,而不是去信任那些依靠各地执政官或某种官职来标记过去事件的名字列举。因为这并不准确,因为有些事情发生在他们任期的开始,有些发生在中间,有些则是偶然发生的。
κατὰ θέρη δὲ καὶ χειμῶνας ἀριθμῶν, ὥσπερ γέγραπται, εὑρήσει, ἐξ ἡμισείας ἑκατέρου τοῦ ἐνιαυτοῦ τὴν δύναμιν ἔχοντος, δέκα μὲν θέρη, ἴσους δὲ χειμῶνας τῷ πρώτῳ πολέμῳ τῷδε γεγενημένους.5
但是,如果像我所写的那样,按照夏天和冬天来计算,将它们各自视为占有一年的一半时间,就会发现这场第一次战争中经历了十个夏天和同样多的冬天。
- 5.20.1παρενεγκουσῶν
ἡμερῶν ὀλίγων παρενεγκουσῶν 是属格独立结构。παρενεγκουσῶν 是 παραφέρω(作不及物动词“偏差、流逝”)的不定过去时主动分词属格阴性复数,意为“有几天之差”,表示与整十年的标准时间有轻微偏差。
- 5.20.1ἢ ὡς
比较级 ἤ 与引导时间起点的 ὡς(“自……之时起”)相结合的表达。意为“自……以来”,是修昔底德特有的纪年表达法。
- 5.20.2σημαινόντων
属格现在分词。修饰前面的 τῶν ... ἀρχόντων(各地执政官)或 ἀπὸ τιμῆς τινὸς(处于某种官职者),意为“对过去的事件(以任期)做标记的人”。
- 5.20.2οἷς
与格关系代词。先行词是省略的 τούτοις(“这些[官职人员]”)。与相一致的分词 ἀρχομένοις(刚开始任期的)和 μεσοῦσι(任期过半的)一同,表示在事件(τι)发生(ἐπεγένετο)时他们任期的状态。
- 5.20.3γεγενημένους
不定过去时中动分词宾格阳性复数。作为动词 εὑρήσει(将发现)的补充分词,表示认知,带宾格主语(δέκα μὲν θέρη, ἴσους δὲ χειμῶνας),意为“将发现[十个夏天和同等的冬天]已经发生”。
