- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.18.1-5.18.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-01
展示了雅典与拉刻代蒙之间缔结的五十年和平条约(尼西阿斯和约)的具体条款,规定了圣地的自主性、领土归还、战俘交换以及更新誓言的程序。
‘σπονδὰς ἐποιήσαντο Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι κατὰ τάδε, καὶ ὤμοσαν κατὰ πόλεις.
‘雅典人、拉刻代蒙人及其盟友根据以下条款缔结了和平条约,并按城邦分别宣誓。
περὶ μὲν τῶν ἱερῶν τῶν κοινῶν, θύειν καὶ ἰέναι καὶ μαντεύεσθαι καὶ θεωρεῖν1 κατὰ τὰ πάτρια τὸν βουλόμενον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀδεῶς. τὸ δ’ ἱερὸν καὶ τὸν νεὼν τὸν ἐν Δελφοῖς τοῦ Ἀπόλλωνος καὶ Δελφοὺς αὐτονόμους εἶναι καὶ αὐτοτελεῖς καὶ αὐτοδίκους καὶ αὑτῶν καὶ τῆς γῆς τῆς ἑαυτῶν2 κατὰ τὰ πάτρια.
关于共同的圣地,任何愿望者均可根据祖传习俗,在陆路和海路上毫无恐惧地进行祭祀、朝圣、求问神谕和观礼。德尔斐的阿波罗神庙和圣殿,以及德尔斐人,在人身和领土上均应根据祖传习俗保持自主、自税和自审。
ἔτη δὲ εἶναι τὰς σπονδὰς πεντήκοντα Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις τοῖς Ἀθηναίων καὶ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις τοῖς Λακεδαιμονίων ἀδόλους καὶ ἀβλαβεῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.
雅典人及其盟友与拉刻代蒙人及其盟友之间的和平条约有效期为五十年,双方在陆路和海路上均不得有欺诈和伤害行为。
ὅπλα δὲ μὴ ἐξέστω ἐπιφέρειν ἐπὶ πημονῇ μήτε Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἐπ᾽ Ἀθηναίους καὶ τοὺς ξυμμάχους μήτε Ἀθηναίους καὶ τοὺς ξυμμάχους ἐπὶ Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους, μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ. ἢν δέ τι διάφορον ᾖ πρὸς ἀλλήλους, δικαίῳ χρήσθων καὶ ὅρκοις, καθ’ ὅτι ἂν ξυνθῶνται.
任何一方均不得以伤害为目的携带武器发起进攻,无论是拉刻代蒙人及其盟友对雅典人及其盟友,还是雅典人及其盟友对拉刻代蒙人及其盟友,均不得使用任何技术或手段。如果彼此之间发生争端,应根据双方商定的方式,通过法律程序和誓言解决。
ἀποδόντων3 δὲ Ἀθηναίοις Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι Ἀμφίπολιν. ὅσας δὲ πόλεις παρέδοσαν Λακεδαιμόνιοι Ἀθηναίοις, ἐξέστω ἀπιέναι ὅποι ἂν βούλωνται αὐτοὺς καὶ τὰ ἑαυτῶν ἔχοντας· τὰς δὲ πόλεις φερούσας τὸν φόρον τὸν ἐπ’ Ἀριστείδου αὐτονόμους εἶναι. ὅπλα δὲ μὴ ἐξέστω ἐπιφέρειν Ἀθηναίους μηδὲ τοὺς ξυμμάχους ἐπὶ κακῷ, ἀποδιδόντων τὸν φόρον,4 ἐπειδὴ αἱ σπονδαὶ ἐγένοντο. εἰσὶ δὲ Ἄργιλος, Στάγιρος, Ἄκανθος, Σκῶλος, Ὄλυνθος, Σπάρτωλος. ξυμμάχους δ’ εἶναι μηδετέρων, μήτε Λακεδαιμονίων μήτε Ἀθηναίων· ἢν δὲ Ἀθηναῖοι πείθωσι τὰς πόλεις, βουλομένας ταύτας ἐξέστω ξυμμάχους ποιεῖσθαι αὐτοὺς Ἀθηναίοις.
拉刻代蒙人及其盟友应将安菲波利斯归还给雅典人。对于拉刻代蒙人移交给雅典人的所有城邦,居民可以携带其财产自由前往他们想去的任何地方;这些城邦只要缴纳阿里斯提德时期的贡金,即应享有自治权。自条约缔结之日起,只要他们缴纳贡金,雅典人及其盟友即不得以伤害为目的对他们携带武器发起进攻。这些城邦是:阿尔吉鲁斯、斯塔吉鲁斯、阿坎索斯、斯科洛斯、奥林索斯、斯巴托洛斯。它们不应成为任何一方(无论是拉刻代蒙人还是雅典人)的盟友;但如果雅典人说服这些城邦,且它们自愿,则雅典人可以将其接纳为盟友。
Μηκυβερναίους δὲ καὶ Σαναίους καὶ Σιγγαίους οἰκεῖν τὰς πόλεις τὰς ἑαυτῶν, καθάπερ Ὀλύνθιοι καὶ Ἀκάνθιοι.
美基贝尔纳人、萨奈人和辛戈斯人应居住在他们自己的城邦中,正如奥林索斯人和阿坎索斯人一样。
ἀποδόντων δὲ Ἀθηναίοις Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι Πάνακτον. ἀποδόντων δὲ καὶ Ἀθηναῖοι Λακεδαιμονίοις Κορυφάσιον καὶ Κύθηρα καὶ Μέθανα καὶ Πτελεὸν καὶ Ἀταλάντην καὶ τοὺς ἄνδρας ὅσοι εἰσὶ Λακεδαιμονίων ἐν τῷ δημοσίῳ τῷ Ἀθηναίων ἢ ἄλλοθί που ὅσης Ἀθηναῖοι ἄρχουσιν5 ἐν δημοσίῳ· καὶ τοὺς ἐν Σκιώνῃ πολιορκουμένους Πελοποννησίων ἀφεῖναι καὶ τοὺς ἄλλους ὅσοι Λακεδαιμονίων ξύμμαχοι ἐν Σκιώνῃ εἰσὶ καὶ ὅσους Βρασίδας ἐσέπεμψε καὶ εἴ τις τῶν ξυμμάχων τῶν Λακεδαιμονίων ἐν Ἀθήναις ἐστὶν ἐν τῷ δημοσίῳ ἢ ἄλλοθί που ἧς Ἀθηναῖοι ἄρχουσιν ἐν δημοσίῳ. ἀποδόντων δὲ καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι οὕστινας ἔχουσιν Ἀθηναίων καὶ τῶν ξυμμάχων κατὰ ταὐτά.
拉刻代蒙人及其盟友应将帕纳克顿归还给雅典人。雅典人也应向拉刻代蒙人归还科里法西翁、基塞拉、梅萨纳、普特莱翁、阿塔兰特,以及所有在雅典公共监狱或雅典统治下其他地方公共拘留中的拉刻代蒙人;并释放被围困在斯基奥内的伯罗奔尼撒人、以及在斯基奥内的拉刻代蒙人的其他所有盟友、巴西达斯派入的人员,以及任何在雅典公共监狱或雅典统治下其他地方公共拘留中的拉刻代蒙人盟友。拉刻代蒙人及其盟友也应以同样方式归还他们所扣押的雅典人及其盟友。
Σκιωναίων δὲ καὶ Τορωναίων καὶ Σερμυλιῶν καὶ εἴ τινα ἄλλην πόλιν ἔχουσιν Ἀθηναῖοι, Ἀθηναίους βουλεύεσθαι περὶ αὐτῶν καὶ τῶν ἄλλων πόλεων ὅτι ἂν δοκῇ αὐτοῖς.
对于斯基奥内人、托罗奈人、塞尔米利亚人以及雅典人占领的任何其他城邦,雅典人可对它们及其他城邦采取他们认为合适的任何决定。
ὅρκους δὲ ποιήσασθαι Ἀθηναίους πρὸς Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους κατὰ πόλεις. ὀμνύντων δὲ τὸν ἐπιχώριον ὅρκον ἑκάτεροι τὸν μέγιστον ἑπτὰ καὶ δέκα ἑκάστης πόλεως. ὁ δ’ ὅρκος ἔστω ὅδε· “ἐμμενῶ ταῖς ξυνθήκαις καὶ ταῖς σπονδαῖς ταῖσδε δικαίως καὶ ἀδόλως.” ἔστω δὲ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις κατὰ ταὐτὰ ὅρκος πρὸς Ἀθηναίους, τὸν δὲ ὅρκον ἀνανεοῦσθαι κατ’ ἐνιαυτὸν ἀμφοτέρους. στήλας δὲ στῆσαι Ὀλυμπίασι καὶ Πυθοῖ καὶ Ἰσθμοῖ καὶ Ἀθήνησιν ἐν πόλει καὶ ἐν Λακεδαίμονι ἐν Ἀμυκλαίῳ.
雅典人与拉刻代蒙人及其盟友应按城邦分别进行宣誓。双方每个城邦应有十七名代表,用当地最庄严的誓言宣誓。誓词如下:“我将公正且无欺地遵守这些协定和本条约。”拉刻代蒙人及其盟友对雅典人的誓言亦应相同。双方应每年重温誓言。并应在奥林匹亚、皮托、伊斯特摩斯、雅典的卫城以及拉刻代蒙的阿米克莱翁树立石碑。
εἰ δέ τι ἀμνημονοῦσιν ὁποτεροιοῦν καὶ ὅτου πέρι, λόγοις δικαίοις χρωμένοις εὔορκον εἶναι6 ἀμφοτέροις ταύτῃ μεταθεῖναι ὅπῃ ἂν δοκῇ ἀμφοτέροις, Ἀθηναίοις καὶ Λακεδαιμονίοις.
如果任何一方对任何事情有所遗漏,无论涉及何事,双方(雅典人和拉刻代蒙人)通过公正的协商,以双方同意的方式进行修改,均不违背誓言。’
- 5.18.2θύειν καὶ ἰέναι καὶ μαντεύεσθαι καὶ θεωρεῖν
这一系列不定词用作“命令性不定词”(imperative infinitive),用以表达条约文本中的法律指令或协定,无需补充支配性的限定动词。
- 5.18.2αὑτῶν καὶ τῆς γῆς τῆς ἑαυτῶν
该属格短语修饰前面表示独立的形容词(如 αὐτονόμους)。它充当关系属格或限制属格,在没有介词的情况下表示“关于他们自身以及关于他们自己的土地”。
- 5.18.5ἀποδόντων
第三人称复数主动命令式(采用较古雅典方言的后缀 -ντων),表达条约下的法律义务:“应当归还”。
- 5.18.5ἀποδιδόντων τὸν φόρον
分词 ἀποδιδόντων 具有条件性或限制性作用,意为“只要他们缴纳贡金”或“在他们缴纳贡金期间”,表明条约保障的保护是有条件的。
- 5.18.7ὅσης Ἀθηναῖοι ἄρχουσιν
关系代词 ὅσης 呈属格形式,这是由于“关系代词同化”(relative attraction)所致,它与先行短语 ἄλλοθί που(“任何其他地方”)所暗示的领土或地点的属格相一致。
- 5.18.11εὔορκον εἶναι
非人称结构,意为“符合其誓言”或“不属于违背誓言”。它规定,未来双方一致同意的修改不构成违背誓言的行为。
