- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.115.1-5.115.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
记述了同时期发生的阿哥斯军队败北、雅典人从皮洛斯进行掠夺及斯巴达的应对、科林斯人的小规模冲突,以及梅洛斯人对雅典包围壁的夜袭。
καὶ Ἀργεῖοι κατὰ τὸν χρόνον τὸν αὐτὸν ἐσβαλόντες ἐς τὴν Φλειασίαν καὶ λοχισθέντες ὑπό τε Φλειασίων καὶ τῶν σφετέρων1 φυγάδων διεφθάρησαν ὡς ὀγδοήκοντα.
与此同时,阿哥斯人侵入弗利亚西亚,但遭到弗利亚斯人及他们自己流亡者的伏击,损失了约八十人。
καὶ οἱ ἐκ τῆς Πύλου Ἀθηναῖοι Λακεδαιμονίων πολλὴν λείαν ἔλαβον· καὶ Λακεδαιμόνιοι δι’ αὐτὸ τὰς μὲν σπονδὰς οὐδ’ ὣς2 ἀφέντες ἐπολέμουν αὐτοῖς, ἐκήρυξαν δὲ εἴ τις βούλεται παρὰ σφῶν Ἀθηναίους λῄζεσθαι.
此外,在皮洛斯的雅典人从拉刻代蒙人那里掠夺了大量财物;尽管如此,拉刻代蒙人仍未撕毁和约与他们开战,而是发布宣告,称其部属中若有人想要掠夺雅典人,均可自行其事。
καὶ Κορίνθιοι ἐπολέμησαν ἰδίων τινῶν διαφορῶν ἕνεκα τοῖς Ἀθηναίοις· οἱ δ’ ἄλλοι Πελοποννήσιοι ἡσύχαζον.
科林斯人也因一些私怨与雅典人开战;而其余的伯罗奔尼撒人则保持沉默。
εἷλον δὲ καὶ οἱ Μήλιοι τῶν Ἀθηναίων τοῦ περιτειχίσματος3 τὸ κατὰ τὴν ἀγορὰν προσβαλόντες νυκτός, καὶ ἄνδρας τε ἀπέκτειναν καὶ ἐσενεγκάμενοι σῖτόν τε καὶ ὅσα πλεῖστα ἐδύναντο χρήσιμα ἀναχωρήσαντες ἡσύχαζον· καὶ οἱ Ἀθηναῖοι ἄμεινον τὴν φυλακὴν τὸ ἔπειτα παρεσκευάζοντο. καὶ τὸ θέρος ἐτελεύτα.
梅洛斯人也在夜间发动进攻,夺取了雅典人包围壁中靠近集市的那一部分,杀死了守卫,并在运进粮食和尽可能多的有用物资后撤回,保持静默;此后,雅典人便开始准备更严密地设防。夏季结束。
- 5.115.1σφετέρων
反身物主形容词指代主句的主语 Ἀργεῖοι(阿哥斯人)。这表明这些流亡者来自阿哥斯,他们与弗利亚斯人联手伏击了阿哥斯的入侵军队。
- 5.115.2οὐδ’ ὣς
意为“尽管如此(仍不……)”。οὐδ’ ὣς 中的否定词 οὐ- 的效力不仅作用于分词 ἀφέντες(撕毁),同时也延伸至主动词 ἐπολέμουν(开战),表示尽管如此,他们既没有撕毁条约,也没有向对方开战。
- 5.115.4τῶν Ἀθηναίων τοῦ περιτειχίσματος
双重属格结构。τῶν Ἀθηναίων 是所有格属格(雅典人的),τοῦ περιτειχίσματος 是部分属格(包围壁中的),两者共同修饰名词化短语 τὸ κατὰ τὴν ἀγορὰν(靠近集市的部分)。
