← 修昔底德

伯罗奔尼撒战争史

§4.90.1-4.90.4

希波克拉底设防德里翁神殿

雅典将军希波克拉底率军抵达德里翁,并在阿波罗神殿周围紧急修筑了坚固的防御工事。随后大军开始撤退,而希波克拉底则留下来处理善后工作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.90.1

ὁ δὲ Ἱπποκράτης ἀναστήσας Ἀθηναίους πανδημεί, αὐτοὺς καὶ τοὺς μετοίκους καὶ ξένων ὅσοι παρῆσαν ὕστερος1 ἀφικνεῖται ἐπὶ τὸ Δήλιον, ἤδη τῶν Βοιωτῶν ἀνακεχωρηκότων ἀπὸ τῶν Σιφῶν· καὶ καθίσας τὸν στρατὸν Δήλιον ἐτείχιζε τοιῷδε τρόπῳ [τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ].

与此同时,希波克拉底动员了全体雅典人——包括公民自身、在留外侨以及当时在场的所有外邦人——在波奥蒂亚人已经从西法伊撤退之后,较晚到达了德里翁。他安顿下军队后,便用以下方式开始防御德里翁 [阿波罗的神殿]。

§4.90.2

τάφρον μὲν κύκλῳ περὶ τὸ ἱερὸν καὶ τὸν νεὼν ἔσκαπτον, ἐκ δὲ τοῦ ὀρύγματος ἀνέβαλλον ἀντὶ τείχους τὸν χοῦν, καὶ σταυροὺς παρακαταπηγνύντες, ἄμπελον κόπτοντες τὴν περὶ τὸ ἱερὸν ἐσέβαλλον καὶ λίθους ἅμα καὶ πλίνθον ἐκ τῶν οἰκοπέδων τῶν ἐγγὺς καθαιροῦντες, καὶ παντὶ τρόπῳ ἐμετεώριζον τὸ ἔρυμα. πύργους τε ξυλίνους κατέστησαν ᾗ καιρὸς ἦν καὶ τοῦ ἱεροῦ οἰκοδόμημα οὐδὲν ὑπῆρχεν·2 ἥπερ γὰρ ἦν στοὰ κατεπεπτώκει.

他们首先在神域和神殿周围挖了一圈壕沟,并将挖出的泥土堆起代替围墙,在其旁插上木桩,砍下神域周围的葡萄藤扔进去,同时拆毁附近住宅的石头和砖块堆积起来,用尽一切办法把这道防御墙筑高。他们还在需要的地方,即神域中没有任何建筑物留存的地方,架设了木制塔楼;因为曾在那里的柱廊已经倒塌了。

§4.90.3

ἡμέρᾳ δὲ ἀρξάμενοι τρίτῃ ὡς οἴκοθεν ὥρμησαν3 ταύτην τε εἰργάζοντο καὶ τὴν τετάρτην καὶ τῆς πέμπτης μέχρι ἀρίστου.

他们从离开家乡后的第三天开始动工,干了这一天、第四天,一直到第五天的早饭时间。

§4.90.4

ἔπειτα, ὡς τὰ πλεῖστα ἀπετετέλεστο, τὸ μὲν στρατόπεδον προαπεχώρησεν ἀπὸ τοῦ Δηλίου οἷον δέκα σταδίους ὡς ἐπ’ οἴκου πορευόμενον, καὶ οἱ μὲν ψιλοὶ οἱ πλεῖστοι εὐθὺς ἐχώρουν, οἱ δ’ ὁπλῖται θέμενοι τὰ ὅπλα4 ἡσύχαζον· Ἱπποκράτης δὲ ὑπομένων ἔτι καθίστατο φυλακάς τε καὶ τὰ περὶ τὸ προτείχισμα, ὅσα ἦν ὑπόλοιπα, ὡς χρῆν ἐπιτελέσαι.

随后,当大部分工程完成后,军队便从德里翁预先撤退了大约十斯塔德,仿佛是要踏上回家的路;大部分轻装兵立即先行离去,而重装步兵则放下武器原地休息。然而,希波克拉底仍留在后面,布置哨兵,并指引如何完成外围防壁余下的各项工作。

语法注4 条
  1. 4.90.1ὕστερος

    该形容词用作副词,意为“较晚”或“迟到”。它表示希波克拉底到达德里翁的时间晚于德摩斯梯尼对西法伊的远征或最初计划的日程。

  2. 4.90.2ᾗ καιρὸς ἦν καὶ τοῦ ἱεροῦ οἰκοδόμημα οὐδὲν ὑπῆρχεν

    关系副词 ᾗ(“在……的地方”)支配着由 καί 连接的两个条件:“在合适(必要)的地方”以及“在神域没有任何建筑物留存的地方”。

  3. 4.90.3ἡμέρᾳ δὲ ἀρξάμενοι τρίτῃ ὡς οἴκοθεν ὥρμησαν

    伴随表示“自从”或“自从……之时”的 ὡς,该短语表示时间的起点:“从他们离开家乡开始算起的第三天开始”。

  4. 4.90.4θέμενοι τὰ ὅπλα

    军事惯用语,在此意为“放下武器休息”或“列队待命”。它指的是暂时解除战斗准备状态并处于待命状态,而非投降或解除武装。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.90.1-4.90.4