← 修昔底德

伯罗奔尼撒战争史

§4.78.1-4.78.6

巴西达斯穿过色萨利抵达马其顿

巴西达斯在少数有影响力的色萨利向导的支持下,顶住部分反对派的阻拦快速穿过色萨利,最终平安抵达马其顿的迪翁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.78.1

Βρασίδας1 δὲ κατὰ τὸν αὐτὸν χρόνον τοῦ θέρους πορευόμενος ἑπτακοσίοις καὶ χιλίοις ὁπλίταις ἐς τὰ ἐπὶ Θρᾴκης ἐπειδὴ ἐγένετο ἐν Ἡρακλείᾳ τῇ ἐν Τραχῖνι καί, προπέμψαντος αὐτοῦ ἄγγελον ἐς Φάρσαλον παρὰ τοὺς ἐπιτηδείους, ἀξιοῦντος διάγειν ἑαυτὸν καὶ τὴν στρατιάν, ἦλθον ἐς Μελίτειαν τῆς Ἀχαΐας Πάναιρός τε καὶ Δῶρος καὶ Ἱππολοχίδας καὶ Τορύλαος καὶ Στρόφακος πρόξενος ὢν Χαλκιδέων, τότε δὴ ἐπορεύετο.

在此期间,巴西达斯在同年的夏天率领一千七百名重装步兵向色雷斯方向进军。当他抵达特拉克斯的赫拉克利亚,并派使者提前前往法萨卢斯的朋友那里,请求准予他和他的军队通过时,帕奈罗斯、多罗斯、希波洛希达斯、托里劳斯以及作为卡尔基迪亚人领事(Proxenus)的斯特罗法克斯来到了阿开亚的梅里泰亚。就在那时,他出发了。

§4.78.2

ἦγον δὲ καὶ ἄλλοι Θεσσαλῶν αὐτὸν καὶ ἐκ Λαρίσης Νικονίδας Περδίκκᾳ ἐπιτήδειος ὤν. τὴν γὰρ Θεσσαλίαν ἄλλως τε οὐκ εὔπορον ἦν διιέναι ἄνευ ἀγωγοῦ καὶ μετὰ ὅπλων γε δή, καὶ τοῖς πᾶσί γε ὁμοίως Ἕλλησιν ὕποπτον καθειστήκει τὴν τῶν πέλας μὴ πείσαντας διιέναι·2 τοῖς τε Ἀθηναίοις αἰεί ποτε τὸ πλῆθος τῶν Θεσσαλῶν εὔνουν ὑπῆρχεν.

其他的色萨利人也引导着他,还有来自拉里萨、身为佩尔迪卡斯之友的尼科尼达斯。因为,在没有向导的情况下通过色萨利本就不易,带着武器通过更是如此;而且对于所有的希腊人来说,不经邻居同意就穿过其土地,同样会被视为可疑的行为。此外,色萨利的大多数民众对雅典人向来是友好的。

§4.78.3

ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο3 τὸ ἐγχώριον οἱ Θεσσαλοί, οὐκ ἄν ποτε προῆλθεν, ἐπεὶ καὶ τότε πορευομένῳ αὐτῷ ἀπαντήσαντες ἄλλοι τῶν τἀναντία τούτοις βουλομένων ἐπὶ τῷ Ἐνιπεῖ ποταμῷ ἐκώλυον καὶ ἀδικεῖν ἔφασαν ἄνευ τοῦ πάντων κοινοῦ πορευόμενον.

因此,如果色萨利人在国内实行的不是寡头专政(dynasteia)而是法律面前人人平等(isonomia),他绝不可能前行。因为即便在当时,当他行军时,其他违背这些人意愿的人在埃尼培乌斯河阻拦他,声称他在未经全体公共决定同意的情况下行军是不义的行为。

§4.78.4

οἱ δὲ ἄγοντες οὔτε ἀκόντων ἔφασαν διάξειν, αἰφνίδιόν τε παραγενόμενον ξένοι ὄντες κομίζειν. ἔλεγε δὲ καὶ αὐτὸς ὁ Βρασίδας τῇ Θεσσαλῶν γῇ καὶ αὐτοῖς φίλος ὢν ἰέναι καὶ Ἀθηναίοις πολεμίοις οὖσι καὶ οὐκ ἐκείνοις ὅπλα ἐπιφέρειν, Θεσσαλοῖς τε οὐκ εἰδέναι καὶ Λακεδαιμονίοις ἔχθραν οὖσαν ὥστε τῇ ἀλλήλων γῇ μὴ χρῆσθαι, νῦν τε ἀκόντων ἐκείνων οὐκ ἂν προελθεῖν (οὐδὲ γὰρ ἂν δύνασθαι),4 οὐ μέντοι ἀξιοῦν γε εἴργεσθαι.

而引导他的人表示,如果当地人反对,他们就不会带他通过,并且说由于巴西达斯是突然到来的,他们作为东道主只是在护送他。巴西达斯本人也表示,他是作为色萨利土地和人民的朋友而来的,他的武器是针对敌对的雅典人,而不是针对他们。他还说,他不知道色萨利人与拉刻代蒙人之间存在着不得使用彼此土地的敌对关系,现在如果他们反对,他不会强行前进(因为他也无法做到),但他认为自己不应当被阻拦。

§4.78.5

καὶ οἱ μὲν ἀκούσαντες ταῦτα ἀπῆλθον, ὁ δὲ κελευόντων τῶν ἀγωγῶν, πρίν τι πλέον ξυστῆναι τὸ κωλῦσον, ἐχώρει οὐδὲν ἐπισχὼν δρόμῳ. καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ, ᾗ ἐκ τῆς Μελιτείας ἀφώρμησεν, ἐς Φάρσαλόν τε ἐτέλεσε καὶ ἐστρατοπεδεύσατο ἐπὶ τῷ Ἀπιδανῷ ποταμῷ, ἐκεῖθεν δὲ ἐς Φάκιον, καὶ ἐξ αὐτοῦ ἐς Περραιβίαν.

那些人听完这些话便离去了。而在向导们的催促下,巴西达斯为了在更多的阻拦势力集结起来之前通过,毫不片刻停留地一路疾行。就在他从梅里泰亚出发的当天,他抵达了法萨卢斯,并在阿皮丹努斯河畔安营扎寨,随后从那里前往法基翁,再从那里前往培赖比亚。

§4.78.6

ἀπὸ δὲ τούτου ἤδη οἱ μὲν τῶν Θεσσαλῶν ἀγωγοὶ πάλιν ἀπῆλθον, οἱ δὲ Περραιβοὶ αὐτόν, ὑπήκοοι ὄντες Θεσσαλῶν, κατέστησαν ἐς Δῖον τῆς Περδίκκου ἀρχῆς, ὃ ὑπὸ τῷ Ὀλύμπῳ Μακεδονίας πρὸς Θεσσαλοὺς πόλισμα κεῖται.

此后,色萨利的向导们便折返回去,而身为色萨利臣属的培赖比亚人则将他送至佩尔迪卡斯领地内的迪翁;迪翁是马其顿的一座小城镇,坐落在奥林匹斯山下,邻近色萨利。

语法注4 条
  1. 4.78.1Βρασίδας

    句首的单数主格 Βρασίδας 本是整个长句的主语,但由于中间插入了时间从句、属格独立结构,甚至另一个主谓结构(ἦλθον...),导致句法结构发生脱节(anacoluthon)。最终通过句尾的 τότε δὴ ἐπορεύετο 来重新衔接最初的主语。

  2. 4.78.2τὴν τῶν πέλας μὴ πείσαντας διιέναι

    阴性单数对格冠词 τὴν 修饰省略的名词 γῆν(土地),作不定式 διιέναι(通过)的宾语(即 τὴν τῶν πέλας [γῆν] διιέναι“通过邻人的土地”,整个不定式短语作 ὕποπτον καθειστήκει 的主语)。虽然不定式的逻辑主语没有直接给出,但由于修饰它的分词 πείσαντας(说服后)为对格复数,表明其逻辑主语为“一般人”。

  3. 4.78.3εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο

    这是一个过去相反的虚拟条件句(反事实条件句),条件从句使用未完成过去直陈式 ἐχρῶντο,主句使用 ἄν 配合不定过去直陈式 προῆλθεν。它假设了与历史事实相反的情况:当时色萨利实际上处于少数特权阶级的寡头政治(dynasteia)统治之下,而非法律面前人人平等(isonomia),这使得巴西达斯得以利用私人关系通过该地。

  4. 4.78.4οὐδὲ γὰρ ἂν δύνασθαι

    间接引语(受 ἔλεγε 控制)中带 ἄν 的不定式。它对应于直接引语中的过去反事实直陈式(οὐδὲ γὰρ ἂν ἐδυνάμην:“因为我本来也无法做到”)或潜在希求式(οὐδὲ γὰρ ἂν δυναίμην:“因为我大概也做不到”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.78.1-4.78.6