← 修昔底德

伯罗奔尼撒战争史

§4.31.1-4.31.2

雅典军队夜间登陆与斯巴达军队的部署

记述了雅典军队夜间登陆该岛并向第一警戒所挺进,以及斯巴达军队在岛上的三处兵力部署情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.31.1

οὐ προσδεξαμένων δὲ αὐτῶν μίαν μὲν ἡμέραν ἐπέσχον, τῇ δ’ ὑστεραίᾳ ἀνηγάγοντο μὲν νυκτὸς ἐπ’ ὀλίγας ναῦς τοὺς ὁπλίτας πάντας ἐπιβιβάσαντες, πρὸ δὲ τῆς ἕω ὀλίγον ἀπέβαινον τῆς νήσου ἑκατέρωθεν, ἔκ τε τοῦ πελάγους καὶ πρὸς τοῦ λιμένος, ὀκτακόσιοι μάλιστα ὄντες ὁπλῖται, καὶ ἐχώρουν δρόμῳ ἐπὶ τὸ πρῶτον φυλακτήριον τῆς νήσου.

由于他们没有接受这一提议,雅典人等待了一天,并在第二天夜里,让全体重装步兵登上少数几艘船只后出航。在黎明前不久,他们从外海和港口两侧登陆该岛。他们大约有八百名重装步兵,并跑步向岛上的第一个警戒所挺进。

§4.31.2

ὧδε γὰρ διετετάχατο·1 ἐν ταύτῃ μὲν τῇ πρώτῃ φυλακῇ ὡς τριάκοντα ἦσαν ὁπλῖται, μέσον δὲ καὶ ὁμαλώτατόν τε καὶ περὶ τὸ ὕδωρ οἱ πλεῖστοι αὐτῶν καὶ Ἐπιτάδας ὁ ἄρχων εἶχε,2 μέρος δέ τι οὐ πολὺ αὐτὸ τὸ ἔσχατον ἐφύλασσε τῆς νήσου τὸ πρὸς τὴν Πύλον, ὃ ἦν ἔκ τε θαλάσσης ἀπόκρημνον καὶ ἐκ τῆς γῆς ἥκιστα ἐπίμαχον· καὶ γάρ τι καὶ ἔρυμα αὐτόθι ἦν παλαιὸν λίθων λογάδην πεποιημένον, ὃ ἐνόμιζον σφίσιν ὠφέλιμον ἂν εἶναι, εἰ καταλαμβάνοι3 ἀναχώρησις βιαιοτέρα. οὕτω μὲν τεταγμένοι ἦσαν.

因为他们的部署如下:在这第一个警戒所里,大约有三十名重装步兵;岛中央最平坦且靠近水源的地方,由他们的大多数人和指挥官埃皮塔达斯把守;还有人数不多的一小部分人防守着该岛直面皮洛斯的极顶端,那里从海上看去非常陡峭,而从陆地上看则最不易攻。因为那里还有一个用乱石垒起的古代防御工事,他们认为如果被迫进行更艰难的撤退,这会对他们有所帮助。他们就是这样部署的。

语法注3 条
  1. 4.31.2διετετάχατο

    第三人称复数过去完成时被动语态的爱奥尼亚方言形式,相当于雅典方言的 διετεταγμένοι ἦσαν。

  2. 4.31.2οἱ πλεῖστοι αὐτῶν καὶ Ἐπιτάδας ὁ ἄρχων εἶχε

    虽然复数主语 οἱ πλεῖστοι 与单数主语 Ἐπιτάδας 并列,但动词 εἶχε 采用了单数形式,这与较近的主语 Ἐπιτάδας 一致。

  3. 4.31.2ὠφέλιμον ἂν εἶναι, εἰ καταλαμβάνοι

    该条件句由希求法 καταλαμβάνοι 和带有 ἄν 的不定式 εἶναι(相当于直接引语中的希求法加 ἄν)构成,从过去的视角表达了一种潜在的可能性或未来的推测(“如果被迫撤退,它将会有所帮助”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.31.1-4.31.2