- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.30.1-4.30.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
德摩斯梯尼因先前在埃托利亚因森林战败的惨痛教训而对林木心存畏惧,但岛上一场意外的火灾烧毁了大片森林,使他得以摸清敌军的实际兵力并发现登陆变得容易,于是开始积极准备行动。随后克里昂带着援军抵达,两人合兵一处后,首先向陆地上的斯巴达军营派出传令官,提议让岛上的守军和平投降。
ἀπὸ δὲ τοῦ Αἰτωλικοῦ πάθους, ὃ διὰ τὴν ὕλην μέρος τι ἐγένετο, οὐχ ἥκιστα αὐτὸν ταῦτα ἐσῄει.
因为这些想法浮现在他的脑海中,这在很大程度上是由于在埃托利亚遭受的惨痛教训,而那次灾难在某种程度上也是由森林引起的。
τῶν δὲ στρατιωτῶν ἀναγκασθέντων διὰ τὴν στενοχωρίαν τῆς νήσου τοῖς ἐσχάτοις προσίσχοντας1 ἀριστοποιεῖσθαι διὰ προφυλακῆς καὶ ἐμπρήσαντός τινος κατὰ μικρὸν τῆς ὕλης ἄκοντος καὶ ἀπὸ τούτου πνεύματος ἐπιγενομένου τὸ πολὺ αὐτῆς ἔλαθε κατακαυθέν.2
但是,由于岛屿狭窄,士兵们被迫在最边缘的地方靠岸,并在警戒下吃午饭;期间有人不小心点燃了森林的一小部分,随后风势顺着火势蔓延,不知不觉中,森林的大部分都被烧毁了。
οὕτω δὴ τούς τε Λακεδαιμονίους μᾶλλον κατιδὼν πλείους ὄντας, ὑπονοῶν πρότερον ἐλάσσοσι τὸν σῖτον αὐτοῦ ἐσπέμπειν, τήν τε νῆσον εὐαποβατωτέραν οὖσαν, τότε ὡς ἐπ᾽ ἀξιόχρεων3 τοὺς Ἀθηναίους μᾶλλον σπουδὴν ποιεῖσθαι τὴν ἐπιχείρησιν παρεσκευάζετο, στρατιάν τε μεταπέμπων ἐκ τῶν ἐγγὺς ξυμμάχων καὶ τὰ ἄλλα ἑτοιμάζων.
因此,他更清楚地看到拉塞达米人其实人数更多(他此前曾怀疑敌人运送粮食到那里是为了供给较少的人),并且该岛变得更容易登陆,于是他开始准备这次行动,以便让雅典人对这一值得付出努力的目标投入更大的热忱,同时从邻近的盟国调遣军队,并准备其他一切事务。
Κλέων δὲ ἐκείνῳ τε προπέμψας ἄγγελον ὡς ἥξων καὶ ἔχων στρατιὰν ἣν ᾐτήσατο, ἀφικνεῖται ἐς Πύλον. καὶ ἅμα γενόμενοι πέμπουσι πρῶτον ἐς τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον κήρυκα, προκαλούμενοι, εἰ βούλοιντο, ἄνευ κινδύνου τοὺς ἐν τῇ νήσῳ ἄνδρας σφίσι τά τε ὅπλα καὶ σφᾶς αὐτοὺς κελεύειν παραδοῦναι, ἐφ’ ᾧ φυλακῇ τῇ μετρίᾳ τηρήσονται,4 ἕως ἄν τι περὶ τοῦ πλέονος ξυμβαθῇ.
克里昂预先派使者去告诉德摩斯梯尼自己即将带着对方所要求的军队到来,随后抵达了皮洛斯。两人汇合后,首先向陆地上的敌军营地派出一名传令官,提议如果他们愿意,为了避免危险,可命令岛上的士兵向雅典人缴械投降,条件是将他们置于适当的看管之下,直到双方就更广泛的重大问题达成某种协议。
- 4.30.2προσίσχοντας
虽然处于独立属格结构 τῶν δὲ στρατιωτῶν ἀναγκασθέντων 之中(本应与属格一致而使用属格分词 προσισχόντων),但由于它充当不定式 ἀριστοποιεῖσθαι 的逻辑主语,因此采用了不定式主语的标准格——宾格(προσίσχοντας)。
- 4.30.2ἔλαθε κατακαυθέν
动词 λανθάνω 伴随分词(此处为被动不定过去时分词 κατακαυθέν)的句型,表示“在不经意间/不知不觉中发生某事”;此处意为“森林的大部分在人们毫无察觉的情况下被烧毁了”。
- 4.30.3ὡς ἐπ᾽ ἀξιόχρεων
连接词 ὡς 表示主观目的或意图(“仿佛针对……”),修饰介词短语 ἐπ’ ἀξιόχρεων(形容词 ἀξιόχρεως“有足够价值的”的中性单数宾格)。这表明德摩斯梯尼做出如此安排,是为了让雅典人将这次行动视为一个真正值得付出的重大目标,从而投入更大的热忱。
- 4.30.4ἐφ’ ᾧ ... τηρήσονται
表示条件的连接词 ἐφ’ ᾧ(意为“在……的条件下”)后接将来直说非过去时(将来时直陈行动)τηρήσονται,用于提出所建议投降被接受后,雅典方对其实施看管的前提条件。
