← 修昔底德

伯罗奔尼撒战争史

§4.17.1-4.17.5

斯巴达使节在雅典发表演讲

派往雅典的斯巴达使节开始演讲,敦促雅典人不要高估当前的优势,而应吸取两国命运无常的教训,做出明智的和平决定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.17.1

‘ἔπεμψαν ἡμᾶς Λακεδαιμόνιοι, ὦ Ἀθηναῖοι, περὶ τῶν ἐν τῇ νήσῳ ἀνδρῶν πράξοντας ὅτι ἂν ὑμῖν τε ὠφέλιμον ὂν τὸ αὐτὸ πείθωμεν καὶ ἡμῖν ἐς τὴν ξυμφορὰν ὡς ἐκ τῶν παρόντων κόσμον μάλιστα μέλλῃ οἴσειν.1

“雅典人啊,拉刻代蒙人派遣我们,是为了就岛上的男子进行谈判,希望我们能说服你们接受那些既对你们有利,又能在当前情况下,最能为我们的不幸带来体面的条款。

§4.17.2

τοὺς δὲ λόγους μακροτέρους οὐ παρὰ τὸ εἰωθὸς μηκυνοῦμεν, ἀλλ’ ἐπιχώριον ὂν2 ἡμῖν οὗ μὲν βραχεῖς ἀρκῶσι μὴ πολλοῖς χρῆσθαι, πλέοσι δὲ ἐν ᾧ ἂν καιρὸς ᾖ διδάσκοντάς τι τῶν προύργου λόγοις τὸ δέον πράσσειν.3

我们不会违背习惯而长篇大论,因为我们的国风是:在言辞简短即足的地方不用多言,但在需要通过言辞阐明要务以达成应做之事的机会出现时,则会多加使用。

§4.17.3

λάβετε δὲ αὐτοὺς μὴ πολεμίως μηδ’ ὡς ἀξύνετοι διδασκόμενοι, ὑπόμνησιν δὲ τοῦ καλῶς βουλεύσασθαι πρὸς εἰδότας ἡγησάμενοι.

因此,请不要怀着敌意接受这些话,也不要以为自己像无知之人一样被教导,而应将其视为对明智决策的提醒,向已经了解实情的人们提出。

§4.17.4

‘ὑμῖν γὰρ εὐτυχίαν τὴν παροῦσαν ἔξεστι καλῶς θέσθαι, ἔχουσι μὲν ὧν κρατεῖτε, προσλαβοῦσι δὲ τιμὴν καὶ δόξαν, καὶ μὴ παθεῖν4 ὅπερ οἱ ἀήθως τι ἀγαθὸν λαμβάνοντες τῶν ἀνθρώπων· αἰεὶ γὰρ τοῦ πλέονος ἐλπίδι ὀρέγονται διὰ τὸ καὶ τὰ παρόντα ἀδοκήτως εὐτυχῆσαι.

因为你们现在可以妥善利用当下的幸运,既能保留你们所控制的,又能获得额外的荣誉和名声,并避免那些不常获得好处的人所遭受的命运;因为这样的人,由于在当前出乎意料地获得幸运,总是因希望而追求更多。

§4.17.5

οἷς δὲ πλεῖσται μεταβολαὶ ἐπ’ ἀμφότερα ξυμβεβήκασι, δίκαιοί εἰσι καὶ ἀπιστότατοι εἶναι5 ταῖς εὐπραγίαις· ὃ τῇ τε ὑμετέρᾳ πόλει δι’ ἐμπειρίαν καὶ ἡμῖν μάλιστ’ ἂν ἐκ τοῦ εἰκότος προσείη.

然而,那些在两个方向上都经历过极多变化的人,理所当然地对自己的顺境最为怀疑;而这种态度,通过经验,最应当属于你们的城邦,且正如情理之中,也属于我们。”

语法注5 条
  1. 4.17.1πράξοντας ὅτι ἂν ... πείθωμεν ... καὶ ... μέλλῃ οἴσειν

    将来分词 πράξοντας 与主句主语 ἡμᾶς 一致,表示目的。在由 ὅτι 案 引导的关系从句中,虚拟语气 πείθωμεν(表示一般性期待/条件)与虚拟语气 μέλλῃ(与将来不定式 οἴσειν 连用,表示必然/预期的将来结果)并列。前者指说服雅典人的成功,后者指其给斯巴达人带来的结果。

  2. 4.17.2ἐπιχώριον ὄν

    中性单数形容词宾格构成的宾格绝对(accusative absolute)。作为非人称式的原因状语从句发挥作用,意为“因为这是我们的国风”。

  3. 4.17.2πλέοσι δὲ ... τὸ δέον πράσσειν

    与前句的 μὴ πολλοῖς χρῆσθαι 相对照,πλέοσι 后面省略了 χρῆσθαι。不定式 πράσσειν 同样作为 ἐπιχώριον ὄν 的逻辑主语的一部分并列出现。

  4. 4.17.4καὶ μὴ παθεῖν

    该不定式与前面的 καλῶς θέσθαι 并列,皆取决于非人称动词 ἔξεστι(“可能”、“可以”)。意为“并且你们得以避免遭受(如同那些……之人的命运)”。

  5. 4.17.5δίκαιοί εἰσι ... εἶναι

    δίκαιός εἰμι 补足不定式的人称句式,意为“他们当然会……”或“他们最理所当然应该……”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.17.1-4.17.5