← 修昔底德

伯罗奔尼撒战争史

§4.16.1-4.16.3

皮洛斯临时停战协定的缔结与使节派遣

雅典与斯巴达之间达成了一项临时停战协定,包括交出船只和向斯法克特里亚岛提供粮食,斯巴达使节随后被派往雅典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16.1

δεξαμένων δὲ τῶν στρατηγῶν τὸν λόγον ἐγίγνοντο σπονδαὶ τοιαίδε, Λακεδαιμονίους μὲν τὰς ναῦς ἐν αἷς ἐναυμάχησαν καὶ τὰς ἐν τῇ Λακωνικῇ πάσας, ὅσαι ἦσαν μακραί, παραδοῦναι1 κομίσαντας ἐς Πύλον Ἀθηναίοις, καὶ ὅπλα μὴ ἐπιφέρειν τῷ τειχίσματι μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν, Ἀθηναίους δὲ τοῖς ἐν τῇ νήσῳ ἀνδράσι σῖτον ἐᾶν2 τοὺς ἐν τῇ ἠπείρῳ Λακεδαιμονίους ἐκπέμπειν τακτὸν καὶ μεμαγμένον, δύο χοίνικας ἑκάστῳ Ἀττικὰς ἀλφίτων καὶ δύο κοτύλας οἴνου καὶ κρέας, θεράποντι δὲ τούτων ἡμίσεα· ταῦτα δὲ ὁρώντων τῶν Ἀθηναίων ἐσπέμπειν καὶ πλοῖον μηδὲν ἐσπλεῖν λάθρᾳ· φυλάσσειν δὲ καὶ τὴν νῆσον Ἀθηναίους μηδὲν ἧσσον, ὅσα μὴ ἀποβαίνοντας,3 καὶ ὅπλα μὴ ἐπιφέρειν τῷ Πελοποννησίων στρατῷ μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν.

当将军们接受了这个提议时,达成了如下的停战协定:拉刻代蒙人应将他们曾用以作战的船只,以及在拉科尼亚境内的所有军舰(长船),运送到皮洛斯并移交给雅典人;并且不得从陆路或海路对堡垒发动任何攻击;而雅典人则应允许在大陆的拉刻代蒙人向岛上的男子发送规定好且揉捏好的麦粉口粮:每人每天两阿提卡干升(choenix)的大麦粉、两考提拉(cotyla)的葡萄酒以及一份肉,对其侍从则减半;且这些物资应在雅典人的监视下送入,任何船只都不得秘密驶入;雅典人也应同样防守该岛,只要他们不上陆,且不得从陆路或海路对伯罗奔尼撒人的军队进行任何攻击。

§4.16.2

ὅτι δ’ ἂν τούτων παραβαίνωσιν ἑκάτεροι καὶ ὁτιοῦν, τότε λελύσθαι4 τὰς σπονδάς. ἐσπεῖσθαι δὲ αὐτὰς μέχρι οὗ ἐπανέλθωσιν οἱ ἐκ τῶν Ἀθηνῶν Λακεδαιμονίων πρέσβεις· ἀποστεῖλαι δὲ αὐτοὺς τριήρει Ἀθηναίους καὶ πάλιν κομίσαι. ἐλθόντων δὲ τάς τε σπονδὰς λελύσθαι ταύτας καὶ τὰς ναῦς ἀποδοῦναι Ἀθηναίους ὁμοίας οἵασπερ ἂν παραλάβωσιν.

如果双方有任何一方违反这些条款中的任何一项,届时停战协定即告失效。协定应保持有效,直到前往雅典的拉刻代蒙人使节返回;雅典人应以一艘三列桨战船送他们前去并接他们回来。在他们返回时,该停战协定即告终结,且雅典人应归还与接收时相同状态的船只。

§4.16.3

αἱ μὲν σπονδαὶ ἐπὶ τούτοις ἐγένοντο, καὶ αἱ νῆες παρεδόθησαν οὖσαι περὶ ἑξήκοντα, καὶ οἱ πρέσβεις ἀπεστάλησαν. ἀφικόμενοι δὲ ἐς τὰς Ἀθήνας ἔλεξαν τοιάδε.

停战协定便是在这些条款下达成的,船只(大约有六十艘)已被移交,使节们也被派遣。他们到达雅典后,发表了如下演说。

语法注4 条
  1. 4.16.1παραδοῦναι

    不定式 παραδοῦναι 以及随后的诸多不定式(如 ἐπιφέρειν, ἐᾶν, ἐσπέμπειν, φυλάσσειν 等),在条约或协定条文中充当“命令性不定式”(infinitive of command),用以表示规定或义务。通常可以理解为省略了主句动词(如 ἔδοξε)或由条约关系直接导出。

  2. 4.16.1ἐᾶν

    此处包含双重“对格加不定式”结构。首先,Ἀθηναίους(原文中有明确写出)是 ἐᾶν(允许)的对格主语;其次,在被允许的动作中,τοὺς ἐν τῇ ἠπείρῳ Λακεδαιμονίους(在大陆的拉刻代蒙人)是 ἐκπέμπειν(发送)的对格主语。

  3. 4.16.1ὅσα μὴ ἀποβαίνοντας

    ὅσα 是关系代词中性复数对格的副词性用法,表示限制(“在……范围内”或“只要”)。分词 ἀποβαίνοντας 与主句的不定式对格主语 Ἀθηναίους 在性、数、格(阳性、复数、对格)上保持一致,意为“只要他们不上陆”。

  4. 4.16.2λελύσθαι

    动词 λύω(解除、失效)的虚拟/命令性完了被动不定式。在条件句的结论部分(apodosis)中使用完了时态,强烈地表明一旦发生违约,协定将在那一瞬间立即且决定性地处于“失效(已被解除)”的状态。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.16.1-4.16.3