← 修昔底德

伯罗奔尼撒战争史

§4.133.1-4.133.4

忒斯庇埃城墙的拆毁与阿哥斯赫拉神庙失火

底比斯人拆毁了忒斯庇埃的城墙,阿哥斯的赫拉神庙因女祭司克律西斯的疏忽被烧毁。同时,雅典人完成了对斯基奥内的合围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.133.1

ἐν δὲ τῷ αὐτῷ θέρει Θηβαῖοι Θεσπιῶν τεῖχος περιεῖλον ἐπικαλέσαντες ἀττικισμόν, βουλόμενοι μὲν καὶ αἰεί, παρεσχηκὸς1 δὲ ῥᾷον ἐπειδὴ καὶ ἐν τῇ πρὸς Ἀθηναίους μάχῃ ὅτι ἦν αὐτῶν ἄνθος2 ἀπωλώλει.

在同年的夏天,底比斯人拆毁了忒斯庇埃的城墙,指责他们倒向雅典。他们其实一直想这样做,而现在事情变得更容易了,因为在与雅典人的战斗中,忒斯庇埃人的精锐已经损失殆尽。

§4.133.2

καὶ ὁ νεὼς τῆς Ἥρας τοῦ αὐτοῦ θέρους ἐν Ἄργει κατεκαύθη, Χρυσίδος τῆς ἱερείας λύχνον τινὰ θείσης ἡμμένον πρὸς τὰ στέμματα καὶ ἐπικαταδαρθούσης, ὥστε ἔλαθεν ἁφθέντα πάντα καὶ καταφλεχθέντα.3

同样在这个夏天,阿哥斯的赫拉神庙被烧毁了,因为女祭司克律西斯将一盏点着的灯放在花冠附近,随后便睡着了,以至于在不知不觉中所有的东西都被点燃并烧毁。

§4.133.3

καὶ ἡ Χρυσὶς μὲν εὐθὺς τῆς νυκτὸς δείσασα τοὺς Ἀργείους ἐς Φλειοῦντα φεύγει· οἱ δὲ ἄλλην ἱέρειαν ἐκ τοῦ νόμου τοῦ προκειμένου κατεστήσαντο Φαεινίδα ὄνομα. ἔτη δὲ ἡ Χρυσὶς τοῦ πολέμου τοῦδε ἐπέλαβεν ὀκτὼ καὶ ἔνατον ἐκ μέσου,4 ὅτε ἐπεφεύγει.

克律西斯因害怕阿哥斯人,当晚立即逃往弗利乌斯;阿哥斯人则根据既定的法律,任命了另一位名叫法埃妮丝的女祭司。克律西斯在这场战争中任职了八年,直到第九年中途逃亡为止。

§4.133.4

καὶ ἡ Σκιώνη τοῦ θέρους ἤδη τελευτῶντος περιετετείχιστό τε παντελῶς, καὶ οἱ Ἀθηναῖοι ἐπ’ αὐτῇ φυλακὴν καταλιπόντες ἀνεχώρησαν τῷ ἄλλῳ στρατῷ.

在夏天即将结束时,斯基奥内已被完全合围,雅典人在那里留下一支守备队后,便率领其余的军队撤退了。

语法注4 条
  1. 4.133.1παρεσχηκὸς

    非人称动词的绝对宾格(accusative absolute),意为“由于机会已经提供”或“因为事情变得更容易”。它与前面的主格分词 βουλόμενοι 构成异主并列(anacoluthon),在语义上同样用于解释原因。

  2. 4.133.1ὅτι ἦν αὐτῶν ἄνθος

    此处的 ὅτι 不是连词“因为/既然”,而是关系代词 ὅστις 的中性单数形式,意为“他们当中属于精锐的部分”,作为由连词 ἐπειδὴ 引导的从句的主语。

  3. 4.133.2ἔλαθεν ἁφθέντα πάντα καὶ καταφλεχθέντα

    动词 λανθάνω(此处为不定过去时第三人称单数 ἔλαθεν)伴随分词(ἁφθέντα 和 καταφλεχθέντα)构成常用句式,意为“在未被察觉的情况下/不知不觉中被点燃并烧毁”。

  4. 4.133.3ἔτη ... ὀκτὼ καὶ ἔνατον ἐκ μέσου

    名词 ἔτη 是表示时间持续的长短宾格。短语 ἐκ μέσου 意为“到中间/半途”,整句指“八年以及第九年的中途”,以此计算从战争开始(公元前431年春)到此事件(公元前423年夏)的时间。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.133.1-4.133.4